Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της θείας οικονομίας και η επίγεια δράση του Χριστού

Θεολογική ανάλυση της συγκαταβάσεως του Λόγου, της αγαθότητας της δημιουργίας και εκτενής αναφορά στα γεγονότα της ενανθρωπήσεως, τα θαύματα και την ιαματική χάρη του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

Πολλὰ μὲν γὰρ τῆς εἰς ἡμᾶς ἄνωθεν προνοίας τὰ σύμβολα, ἀλλὰ τῆς ἐπ’ ἐσχάτων πρὸς ἡμᾶς τοῦ μονογενοῦς ἐνδημίας δεόμενα. Πολλὰ τῆς δεσποτικῆς εἰς ἡμᾶς κηδεμονίας τὰ πράγματα, ἀλλ’ οὐ τῆς ἐν σαρκὶ γενομένης ἡμῖν θεοφανείας ἐπάξια. Ὑπὲρ τὴν κτίσιν ἡ χάρις, ὑπὲρ τὴν δημιουργίαν ἡ συγκατάβασις, ὑπὲρ τὴν ποίησιν ἡ ἀνάπλασις. Αὕτη τῶν ὁρωμένων ἡμῖν ἐκφαιδρύνει τὴν χρῆσιν, αὕτη τὰ καλὰ λίαν τῇ πίστει καθίστησιν ποθεινότερα.

Διὰ τὴν χάριν καὶ ὁ σύμπας ἡμῖν ὡς οἰκείοις προσηγάπηται κόσμος. Καλὸς <ὁ> οὐρανὸς ἡμῖν πρὸς στέγην ἁπλούμενος καὶ τῷ χορῷ τῶν ἄστρων διηνθισμένος πρὸς ἔλλαμψιν καὶ τοῖς τοῦ κρατοῦντος ἐν ὕψει ῥήμασιν αἰωρούμενος. Τερπνὴ <ἡ> γῆ κατεστεμμένη τοῖς ἄνθεσι καὶ ταῖς τῶν ὑδάτων ὡς ἐπὶ κρηπῖδος ἐρηρεισμένη ῥόαις. Ἡδὺ τοῖς ὁρῶσιν ἡ θάλασσα τῇ γῇ συνεζευγμένη πρὸς εὔνοιαν καὶ τοῖς παρ’ ἑαυτῆς τὸ λεῖπον εἰσφέρουσα καὶ ταῖς ἀκταῖς τοῦ θεοῦ τὸν ὅρον ἐγγράφουσα καὶ πρὸς ἑαυτὴν ὡς ἐπὶ χορείαν τὴν ὁρμὴν ἀναστρέφουσα. Φαιδρὸς ὁ ἥλιος τῆς νυκτὸς τῇ αἴγλῃ διακρίνων τὸν ὄρθρον καὶ τῷ δρόμῳ τοῦ κόσμου διϊππεύων τὰ σύμπαντα καὶ τοῖς καρποῖς τῇ θέρμῃ τὴν τελεσφορίαν δωρούμενος.

Καὶ τί γὰρ τῶν παρὰ θεοῦ γενομένων οὐκ εὔχρηστον; Τί τῶν παρ’ αὐτοῦ καλῶς πραχθέντων οὐκ εὔφημον; Πάντα τῇ παρ’ αὐτοῦ μαρτυρίᾳ κοσμούμενα, πάντα τῇ χρήσει πρὸς καλὸν τοῖς βουλομένοις μετρούμενα, πάντα τοῦ πλάστου τὴν πρὸς τὸ πλάσμα κηδεμονίαν γνωρίζοντα. Καρποὶ τῇ χρείᾳ τὴν εὐθηνίαν εἰσφέροντες, φυτὰ πρὸς βρῶσιν τοῖς ἐνδεέσιν προκείμενα, κτήνη τῶν πόνων τὸ ἄχθος συνμεριζόμενα, λόγος τῶν ἀλόγων τοῦ γένους διαίρων τὸ ἀξίωμα, ἀρχὴ τῆς εἰκόνος ἡμῖν βεβαιοῦσα τὸ γνώρισμα—ἡ πρὸς τὸν πλάστην οἷς χωροῦμεν ὁμοίωσις, νόμοι τὸ λογικὸν πρὸς ἀρετὴν ἐγγυμνάζοντες, προφῆται τῆς εὐσεβείας τὴν τρίβον εὐθύνοντες.

Ἀλλὰ τὸ τῆς οἰκονομίας πρὸς ζωὴν ὑπεραίρει μυστήριον· δι’ οὗ τῆς τριάδος ἡμῖν ἡ ἔλλαμψις παραγίνεται, δι’ οὗ πατὴρ τῇ ἀληθείᾳ γνωρίζεται, δι’ οὗ υἱὸς τῇ φύσει παρίσταται, δι’ οὗ πνεῦμα τῆς θεϊκῆς οὐσίας ὑπογράφει τὴν ἔλλαμψιν, δι’ οὗ τῆς ἀθανασίας τοῖς θνητοῖς πρόκειται τὰ δίκαια, δι’ οὗ τῇ χάριτι καινουργεῖται τὰ πράγματα, δι’ οὗ γῆ μὲν οὐρανὸς ἀναδείκνυται, οὐρανὸς δὲ βατὸς τοῖς γηίνοις καθίσταται, δι’ οὗ θεὸς ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, οὐ τραπεὶς ὅπερ ἦν, ἀλλὰ λαβὼν ὅπερ ἐφαίνετο. Τοῦτο τὸ ποθούμενον θέαμα, τὸ ἐράσμιον θαῦμα, τὸ ὑπὲρ τὴν κτίσιν κατόρθωμα. Τί γὰρ οὐρανὸς πρὸς τὸν πλάστην; Τί γῆ πρὸς τὸν Κύριον; Τί θάλαττα πρὸς τὸν ἄπειρον; Ὑπὲρ τὴν κτίσιν ὁ ἄκτιστος, ὑπὲρ τὴν τῶν στοιχείων φύσιν ὁ ἀκατάλη[μ]πτος. Αὐτὸς τῆς γνώσεως ἡμῖν τὰς ἀκτῖνας ἐφήπλωσεν, αὐτὸς τῆς πίστεως ἡμῖν τὴν βάσιν ἐστήριξεν, ἐν αὐτῷ πᾶς ὁρῶν ἔχει τὴν ἔλλαμψιν, αὐτὸς τὴν γῆν ὡς ἄνθρωπος περινοστήσας ἐφαίδρυνεν, αὐτὸς θάλατταν πεζεύσας ἐσέμνυνεν, αὐτὸς τῆς ἀκτῖνος τὴν αἴγλην ἀπέσμηξεν, αὐτὸς ἐν αὐτῷ τοῦ πλάσματος τὴν φύσιν ηὐλόγησεν.

Οὐ μεσίταις ὁ πλάστης πρὸς διδασκαλίαν ἐχρήσατο· οὐκ ἐν πλαξὶν τῆς χάριτος τὴν νομοθεσίαν ἐνέγραψεν, οὐχ ὡς Μωϋσῇ τὴν πρὸς αὐτὸν ἐν ὄρει πορείαν ἐπέτρεψεν, οὐκ ἐν γνόφῳ τὴν παρουσίαν ὑπέδειξεν, οὐκ ἐν πυρὶ τὴν θέαν ἐγνώρισεν. Ὡς συμπαθὴς τὴν χάριν ἐπλάτυνεν, ὡς πλουτῶν τὸ δῶρον ἐπηύξησεν. Αὐτὸς ἑκὼν συγκατέβη τῷ πλάσματι, αὐτὸς ἑαυτῷ τὴν χάριν ἐκόμισεν, αὐτὸς ἑαυτὸν τοῖς δεομένοις παρέστησεν. Οὐκ ἐν γνόφῳ θυέλλης, ἀλλ’ ἐν πλούτῳ τῆς χάριτος· οὐκ ἐν φωνῇ σάλπιγγος ἤχους, ἀλλ’ ἐν πνεύματι μετριότητος· οὐκ ἐν φόβῳ καὶ ζόφῳ, ἀλλ’ ἐν συγγενεῖ τῶν ὁρώντων οὐσίᾳ· οὐκ ἐν πυρὶ καὶ θυέλλῃ, ἀλλ’ ἐν δουλικῇ πρὸς ἰατρείαν μορφῇ ὡς ἀδελφὸς τοὺς δεομένους προσήκατο.

Ἔδωκεν τοῖς αὐτῷ προσεγγίζειν βουλομένοις τὴν ἄδειαν κρύπτων τῇ μετριότητι τὸ ἀξίωμα, τὸ συγγενὲς τοῖς θνητοῖς εἰς προτροπὴν προϊσχόμενος, αὐτῇ τῇ θέᾳ τοῖς ἁμαρτωλοῖς τῆς καταλλαγῆς δεικνὺς τὰ ἐνέχυρα, ἀντὶ βάτου τῇ παρθένῳ προσχρώμενος, «Ἐγώ εἰμι ὁ ὢν» ἀνακράζων, τοῖς θαύμασιν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ἐν ἑαυτῷ βεβαιῶν τὸ φαινόμενον, τηρῶν ὡς θεὸς τῇ μητρὶ τὴν ἁγνείαν καὶ ὡς ἄνθρωπος χρόνῳ τὴν κύησιν προσδεχόμενος, ὡς βρέφος τόπῳ κρατούμενος καὶ μάγους ὡς πλάστης σαγηνεύων πρὸς θέαν, διδοὺς ἀγκάλαις Συμεῶνι προσψαύειν, τοῖς κόλποις ἑαυτὸν μεθιστῶν πρὸς τὴν Ἄνναν, ἵνα πᾶς αὐτῷ μαρτυρήσῃ τῷ σώματι, ἵνα πᾶς ὁρῶν γνωρίσῃ τὴν συγκατάβασιν, ἵνα μὴ μέχρι σχήματος ἁπλῶς ἀναπλάσῃ τὸ θαῦμα· λαμβάνων πρὸς συνηγορίαν τῆς ἐφ’ ἣν ἑαυτὸν ἐκένωσεν πενίας τὸν χρόνον, δεικνὺς ἐν τριάκοντα κύκλοις ἐτῶν αὐτοῦ τὸ ἀνθρώπινον, βεβαιῶν πρῶτον τοῖς ὁρῶσιν ἐν αὐτῷ τὸ ἡμέτερον καὶ τότε τῆς θεότητος αὐτοῦ κατ’ ἐξουσίαν ὑποφαίνων τὸ γνώρισμα, τοῖς μικροῖς ἐπεφέρων τὰ μείζονα, τοῖς θαύμασιν τὸν ποιητὴν εἰσηγούμενος, πᾶσι μισθὸν τῆς αὐτοῦ παρουσίας τοῖς δεομένοις κατατιθέμενος, γαμοῦσιν οἶνον προσάγων, πεινῶσιν ἄρτον προσφέρων οὐχ ὡς πτωχὸς παρ’ ἑτέρου κιχρώμενος ἀλλ’ ὡς θεὸς πηγάζων τὰ πρόσφορα, οὐ θερίζων ἀστάχυς οὐ βότρυς ἐκτέμνων, οὐ ληνῷ καὶ ἅλῳ προσχρώμενος, ἐκτὸς μύλης ἀρτοποιῶν, ἐκτὸς ἀμπέλου τὸν οἶνον προχέων, καινουργῶν φύσιν ἣ<ν> αὐτὸς ἑτέρως πάλαι διέταξεν, νεύων καὶ πρὸς οἶνον μεταφέρων τὰ ὕδατα, δεικνὺς τὸν χορηγὸν οἷς εἰργάζετο, τῶν ὄμβρων παραδηλῶν τὸν παραίτιον, πηλῷ τυφλοῖς διανοίγων τὰ ὄμματα, τῷ μέρει τοῦ παντὸς ὑποφαίνων τὸν αἴτιον, τοῦ Ἀδὰμ τὸν πλάστην παραδηλῶν.

Οὐ λεπρὸς φανεὶς ἀπῆλθεν ἀνόνητος, οὐ χωλὸς ὀφθεὶς ἐδεήθη τοῦ φέρο<ντο>ς. Εἶπεν καὶ γέγονεν, ἠθέλησεν καὶ παρέστησεν, ἔνευσεν καὶ πρὸς ἑαυτὴν ἡ φύσις ἀνέτρεχεν. Τοῖς ὁρωμένοις προσετίθει τὰ μὴ φαινόμενα, τοῖς σώμασιν τῆς ψυχῆς τὴν ἴασιν ἐμνηστεύετο. Πᾶς ὡς ἰατρῷ προσελθεῖν προσηπείγετο, πᾶς ὡς ὅρμῳ τῆς αὐτοῦ ζωῆς προσετίθει τὴν ἄγκυραν. Ἑώρα τυφλὸν ἁμαρτωλὸς ὀμματούμενον καὶ τῆς ψυχῆς εὐθὺς αὐτῷ τὴν ἰατρείαν ἐπέρριπτεν. Ὁ μὲν ὡς τελώνης ἀρρωστῶν ἐξεβόα·

Κύριε, ἱλάσθητί μοι τῷ ἀμαρτωλῷ. Ὁ δὲ ὡς λῃστὴς ἀπεγνωσμένος ἀνέκραζεν· Κύριε, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἡ δὲ ὡς ἐπὶ βασιλικὴν ἐκ πορνείας ἐλαυνομένη[ν] στήλην κατέφυγεν αὐτὸν εἶναι τῆς δικαιοσύνης τὸν βασιλέα πιστεύουσα ξένῃ πρὸς τιμὴν ἁλουργίδι πηλίνῃ προσχρώμενον, καὶ τῆς δεήσεως κατ’ ἐχθρῶν παρ’ αὐτοῦ τὴν ἀντιγραφὴν ἀναμένουσα.