Πᾶσα γῆ σου τὴν κόνιν μερίζεται, ὡς ζῶν ἑκάστῳ παρέστηκας· σοὶ τῶν Ἰνδῶν τὸ ἔθνος προσέπεται, τῶν σῶν λειψάνων μεταδιώκει τὴν τέφραν, τῆς σῆς πίστεως περιφέρει τὰ σύμβολα, ὡς ἐν βίβλῳ τῷ σταυρῷ τῆς σῆς σοφίας ἀναγινώσκει τὰ γράμματα μόνον οὐ ταῦτα βοῶν· «Εἷς θεὸς ἐν τριάδι νοούμενος, εἷς πατὴρ ὡς μόνος πατήρ, εἷς υἱὸς πρὸ τῆς ἐνδημίας ἀσώματος καὶ μετὰ τὴν ἄφιξιν μετὰ σώματος, οὐ τραπεὶς ὅπερ ἦν, ἀλλὰ λαβὼν ὅπερ ἐφαίνετο, ἓν πνεῦμα ἅγιον μοναδικῶς τῇ τριάδι συναριθμούμενον.» Καλῶς, ὦ παῖδες, ἐπέγνωτε τοῦ Θωμᾶ τὴν διδασκαλίαν· ταύτην τηρήσατε, μὴ πρὸς τὰ ἀσθενῆ στοιχεῖα τοῦ κόσμου πάλιν αὐτομολήσητε, μὴ λίθοις καὶ ξύλοις τὴν σωτηρίαν πιστεύσητε, μὴ ξοάνων μορφαῖς τὸ θεῖον ὑβρίσητε, τῶν ὁρωμένων τὸν ποιητὴν προτιμήσητε. Ἀσώματος ὁ θεός, ἀσχημάτιστος ὁ θεός, ὅλος ἐν πᾶσιν νοούμενος καὶ ὅλος ἁπανταχοῦ, οὐκ ἀλόγων θυσίαις τερπόμενος, οὐκ ἀνθρώπων σφαγαῖς προσηδόμενος· θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως, τὴν ἐκ διανοίας αὐτῷ προσάγετε προσευχήν, σωφροσύνῃ τὸ σῶμα σεμνύνατε, τῇ πίστει τὴν ζωὴν κοσμήσατε καὶ Κύριος πολεμήσει ὑπὲρ ὑμῶν. Ἔχετε Θωμᾶν συνήγορον, ἔχετε Θωμᾶν ὑπέρμαχον, ἔχετε Θωμᾶν διδάσκαλον· αὐτὸς καὶ μετὰ θάνατον ὑμῶν ὑπερασπίσει τοῦ ἔθνους ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ παναγίῳ πνεύματι δόξα, τιμή, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.