Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Φιλογόνιον

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία κλήση και η επισκοπική δράση του αγίου

Η μετάβαση του Φιλογονίου από τη νομική επιστήμη στο επισκοπικό αξίωμα, η πνευματική αξία της ποιμαντικής μέριμνας και οι αγώνες του κατά την περίοδο των διωγμών και των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν ἐγκωμίων; Πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς ἀρχῆς, ἣν ἡ τοῦ Πνεύματος ἐνεχείρισεν αὐτῷ χάρις. Αἱ μὲν γὰρ ἔξωθεν ἀρχαὶ οὐκ ἂν γένοιντο πάντως τῆς τῶν πιστευομένων αὐτὰς ἀρετῆς ἀπόδειξις, ἀλλὰ πολλάκις καὶ κακίας εἰσὶ κατήγοροι. Τίνος ἕνεκεν; Ὅτι καὶ προστασίαι φίλων καὶ περιδρομαὶ καὶ κολακεῖαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχρότερα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν· ὅταν δὲ ὁ Θεὸς χειροτονῇ καὶ ψηφίζηται, καὶ ἡ χεὶρ ἐκείνη τῆς ἁγίας ἅπτηται κεφαλῆς, ἀδέκαστος ἡ ψῆφος, ἀνύποπτος ἡ κρίσις, ἀναμφισβήτητος τοῦ χειροτονουμένου γένοιτ᾽ ἂν ἀπόδειξις τὸ τοῦ χειροτονοῦντος ἀξίωμα.

Ὅτι δὲ ἐκεῖνον ὁ Θεὸς ἐχειροτόνησε, καὶ ἀπ᾽ αὐτοῦ τοῦ τρόπου δῆλον. Ἐκ μέσης γὰρ τῆς ἀγορᾶς ἁρπασθεὶς, ἐπὶ τὸν θρόνον ἤγετο τοῦτον· οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος· οὕτως ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος δικαστικοῦ ἐπὶ βῆμα ἤγετο ἱερόν. Καὶ τότε μὲν ἀνθρώποις συνηγόρει κατὰ ἀνθρώπων ἐπιβουλευόντων, τοὺς ἀδικουμένους τῶν ἀδικούντων ἰσχυροτέρους ποιῶν· ἐνταῦθα δὲ ἐλθὼν, ἀνθρώποις συνηγόρει κατὰ δαιμόνων τῶν ἐπηρεαζόντων.

Ἡλίκον δέ ἐστι δεῖγμα ἀρετῆς τὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος τοσαύτης ἀξιωθῆναι τῆς ἀρχῆς, ἄκουσον ἀναστὰς ὁ Χριστὸς τῷ Πέτρῳ τί φησιν; Ἐπειδὴ γὰρ αὐτὸν ἠρώτησε· Πέτρε, φιλεῖς με; εἰπόντος δὲ ἐκείνου, Σὺ, Κύριε, οἶδας ὅτι φιλῶ σε, οὐκ εἶπεν ὁ Χριστός· ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκληραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν· ἀλλὰ πάντα ἐκεῖνα παραδραμὼν, Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου. Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἣν περὶ τὰ πρόβατα ἐπιδείκνυται, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φιλῶν, ἐμὲ φιλεῖ. Ἴδε γοῦν ὅσα ὑπέμεινε διὰ τὴν ποίμνην ταύτην ὁ Χριστός· ἄνθρωπος ἐγένετο, δούλου μορφὴν ἀνέλαβεν, ἐνεπτύσθη, ἐῤῥαπίσθη· τελευταῖον οὐδὲ θάνατον παρῃτήσατο, καὶ θάνατον τὸν ἐπονείδιστον· ἐν σταυρῷ γὰρ τὸ αἷμα ἐξέχεεν.

Ὥστε εἴ τις εὐδοκιμεῖν βούλοιτο παρ᾽ αὐτῷ, τούτων ἐπιμελείσθω τῶν προβάτων, τὸ κοινῆ συμφέρον ζητείτω, τῶν ἀδελφῶν κηδέσθω τῶν ἑαυτοῦ· οὐδὲν γὰρ τούτου τῷ Θεῷ προτιμότερον κατόρθωμα· διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Σίμων, Σίμων, ᾔτησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου.

Τίνα οὖν ταύτης τῆς κηδεμονίας καὶ τῆς προνοίας ἀποδίδως μοι τὴν ἀμοιβήν; ἄρα ποίαν ἀμοιβὴν ζητεῖ; Τὴν αὐτὴν ταύτην πάλιν· Καὶ σὺ γὰρ, φησὶ, ποτὲ ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. Οὕτω καὶ ὁ Παῦλός φησι· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πῶς ἐγένου Χριστοῦ μιμητής;

Πάντα πᾶσιν ἀρέσκων, καὶ μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Καὶ ἀλλαχοῦ φησι· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσκεν, ἀλλὰ τοῖς πολλοῖς. Καὶ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ᾽ ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κήδεσθαι, καὶ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκείνων.

γʹ. Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ τὰς τῶν ὀρῶν κατειληφότες κορυφὰς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας συγκροτῶσιν, ἀλείφωσιν εὐχαῖς, ὁμονοίᾳ, ἀγάπῃ· εἰδότες ὡς εἰ μὴ τοὺς προβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία. Ἀλλ᾽ ὅτι μὲν τῆς περὶ τὸν Χριστὸν φιλίας μέγιστον τοῦτο δεῖγμα, ἐντεῦθεν δῆλον· ἴδωμεν δὲ καὶ πῶς τὴν ἐπισκοπὴν ταύτην διῴκησε· μᾶλλον δὲ οὐ δεῖ λόγου λοιπὸν ἐνταῦθα, οὐδὲ τῆς ἡμετέρας φωνῆς, τῆς ὑμετέρας σπουδῆς αὐτὸ τοῦτο δηλούσης. Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰσελθών τις καὶ τὰς πνευματικὰς ταύτας ἀμπέλους ἰδὼν, καὶ τὸν καρπὸν τὸν ὑμέτερον, οὐδενὸς δεήσεται λόγου καὶ διδασκαλίας, ὥστε μαθεῖν τὸν ὑμῶν προεστῶτα· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη καὶ ἀναγινωσκομένη. Δείκνυσι γὰρ τὴν πηγὴν ὁ ποταμὸς, καὶ ὁ καρπὸς τὴν ῥίζαν.

Ἐχρῆν μὲν οὖν εἰπεῖν καὶ τὸν καιρὸν, καθ᾽ ὅνπερ τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην· οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἐγκωμίου μέρος, ἀλλὰ καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετήν. Πολλὴ γὰρ ἡ δυσκολία τότε ἦν, ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης ἐκείνης, καὶ πολλῆς τῶν πραγμάτων διορθώσεως δεομένων. Καὶ τούτοις ἐχρῆν προσθεῖναι πάλιν, ὡς ἡ τῶν αἱρετικῶν αἵρεσις ἐπ᾽ αὐτοῦ τὴν ἀρχὴν λαβοῦσα ἐνεκόπτετο, τῆς ἐκείνου σοφίας πάντα προορώσης· ἀλλ᾽ ὅμως ἐφ᾽ ἑτέραν ἀναγκαίαν ὑπόθεσιν ὁ λόγος ἡμῖν ἐπείγεται.