Ἡλίκον δέ ἐστι δεῖγμα ἀρετῆς τὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος τοσαύτης ἀξιωθῆναι τῆς ἀρχῆς, ἄκουσον ἀναστὰς ὁ Χριστὸς τῷ Πέτρῳ τί φησιν; Ἐπειδὴ γὰρ αὐτὸν ἠρώτησε· Πέτρε, φιλεῖς με; εἰπόντος δὲ ἐκείνου, Σὺ, Κύριε, οἶδας ὅτι φιλῶ σε, οὐκ εἶπεν ὁ Χριστός· ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκληραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν· ἀλλὰ πάντα ἐκεῖνα παραδραμὼν, Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου. Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἣν περὶ τὰ πρόβατα ἐπιδείκνυται, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φιλῶν, ἐμὲ φιλεῖ. Ἴδε γοῦν ὅσα ὑπέμεινε διὰ τὴν ποίμνην ταύτην ὁ Χριστός· ἄνθρωπος ἐγένετο, δούλου μορφὴν ἀνέλαβεν, ἐνεπτύσθη, ἐῤῥαπίσθη· τελευταῖον οὐδὲ θάνατον παρῃτήσατο, καὶ θάνατον τὸν ἐπονείδιστον· ἐν σταυρῷ γὰρ τὸ αἷμα ἐξέχεεν.