Ἐμοὶ ἔθος ἐστὶ διώκεσθαι καὶ μὴ διώκειν, ἐλαύνεσθαι καὶ μὴ ἐλαύνειν. Οὕτω καὶ ὁ Χριστὸς περιεγένετο, οὐ σταυρώσας, ἀλλὰ σταυρωθεὶς, οὐ ῥαπίσας, ἀλλὰ ῥαπισθείς. Εἰ μὲν κακῶς ἐλάλησα, φησὶ, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὁ Δεσπότης τῆς οἰκουμένης τῷ δούλῳ τοῦ ἀρχιερέως ἀπολογεῖται, καὶ ῥαπισθεὶς τὸ στόμα, ὅθεν ἐξῆλθε ῥῆμα, καὶ τὴν θάλατταν ἐχαλίνωσε, καὶ τετραήμερον Λάζαρον ἐκ νεκρῶν ἤγειρεν· ὅθεν κακία ἐδραπέτευσεν, ὅθεν νοσήματα καὶ ἁμαρτήματα ἐλύετο· τοῦτο τοῦ σταυρωθέντος τὸ θαῦμα. Καὶ γὰρ δυνάμενος κεραυνὸν ἀφεῖναι, καὶ τὴν γῆν σεῖσαι, καὶ τὴν χεῖρα τοῦ δούλου ξηρᾶναι, οὐδὲν τούτων ἐποίησεν, ἀλλὰ καὶ ἀπολογεῖται, καὶ πραότητι περιγίνεται, σὲ παιδεύων ἄνθρωπον ὄντα μηδέποτε ἀγανακτεῖν· κἂν σταυρωθῇς, κἂν ῥάπισμα λάβῃς, τὰ αὐτὰ ἵνα λέγῃς ὡς ὁ Δεσπότης σου· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ ὅρα αὐτοῦ τὴν φιλανθρωπίαν, πῶς τὰ μὲν τῶν δούλων ἐκδικεῖ, τὰ δὲ ἑαυτοῦ παρατρέχει. Ἐγένετό τίς ποτε προφήτης, καὶ βασιλέα ἀσεβοῦντα διήλεγχε, καὶ ἐλθών φησι· Θυσιαστήριον, θυσιαστήριον, ἄκουσον. Ἐπειδὴ γὰρ ὁ βασιλεὺς Ἱεροβοὰμ εἱστήκει τοῖς εἰδώλοις ἀναφέρων θυσίαν, ἐλθὼν ὁ προφήτης τῷ θυσιαστηρίῳ διαλέγεται.