Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον ἱερομάρτυρα Φωκᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπές για τη μετάδοση της διδασκαλίας και κατακλείδα

Παρότρυνση για την αποβολή της ραθυμίας, τη μεταφορά του θείου λόγου στην κατ' οίκον πνευματική τράπεζα και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἀλλ᾽ οὐ δύνασαι· μένει γὰρ ἡ ἀλήθεια τὴν οἰκείαν λαμπηδόνα ἐκπέμπουσα, καὶ τυφλοῦσα τὰς τῶν αἱρετικῶν ὄψεις τῶν μὴ θελόντων αὐτῇ πιστεῦσαι. Εἰ καὶ βαθέα τὰ παλαίσματα, καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ὁ λόγος καὶ τῆς δυσχερείας τῶν ἀκουόντων περιγινόμενος, καὶ τὸ καῦμα τῇ δρόσῳ τῆς διδασκαλίας παραμυθεῖται· κἂν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος συλλεγώμεθα, οὐ δεῖ ῥᾴθυμον εἶναι τὸν ἀκροατήν.

Ἐὰν γὰρ ἐξέλθῃς ἐκ τῶν ὧδε, καὶ εἴπῃ σοί τις, τί ὡμίλησεν ὁ διδάσκαλος; εἴπῃς, πρὸς αἱρετικούς· ἐὰν εἴπῃ σοι, τί ὡμίλησε; καὶ μὴ εὕρῃς, αἰσχύνη σοι μεγίστη· ἐὰν δὲ εἴπῃς, δάκνεις αὐτὸν, κἄν τε αἱρετικὸς ᾖ, διορθοῖς αὐτὸν, κἄν τε φίλος ᾖ ῥᾴθυμος, ἐφέλκεις αὐτὸν, κἄν τε γυνὴ ἀκόλαστος, σωφρονεστέραν ποιεῖς· καὶ γὰρ καὶ ὑπεύθυνος εἶ τῇ γυναικί· Αἱ γυναῖκες γὰρ, φησὶν, ἐν ἐκκλησίᾳ σιγάτωσαν· εἰ δέ τι μανθάνειν θέλουσι, τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.

Ἐὰν εἰσέλθῃς εἰς τὴν οἰκίαν, καὶ ἐρωτήσῃ σε ἡ γυνή· Τί ἐκόμισάς μοι ἀπὸ τῆς ἐκκλησίας; εἰπὲ πρὸς αὐτὴν, οὐ κρέας, οὐδὲ οἶνον, οὐδὲ χρυσίον, οὐδὲ κόσμια τὰ τὸ σῶμα καλλωπίζοντα, ἀλλὰ λόγον σοφίζοντα διάνοιαν. Ὅταν εἰσέλθῃς πρὸς τὴν γυναῖκα, παράθες τὴν τράπεζαν τὴν πνευματικήν· εἰπὲ πρῶτον, ὡς ἔναυλος ἡ μνήμη ἐστίν· Ἀπολαύσωμεν τῶν πνευματικῶν, καὶ τότε ἀπολαύσωμεν τῆς αἰσθητῆς τραπέζης· καὶ γὰρ ἂν οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τὸν Θεὸν ἕξομεν ἐν τῷ μέσῳ καὶ τὴν τράπεζαν εὐλογοῦντα, καὶ ἡμᾶς στεφανοῦντα. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ τῷ Πατρὶ σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.