Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος· ἀλλ᾽ οὐδὲ τότε ἐτόλμησε· τοσοῦτος αὐτὸν κατεῖχε φόβος· ἀλλὰ καίτοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τὸ μαρτύριον οὐ κατέσκαψεν, ἀλλ᾽ ὅτι μηδὲ τὴν στέγην ἐπιθεῖναι πάλιν τῷ ναῷ οὐκ ἐτόλμησεν. ᾜδει γὰρ, ᾔδει θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐδεδοίκει μὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν. Διὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν. Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι᾽ ἣν οὐ διώρθωσε τὸ γεγενημένον, ἀλλ᾽ ἢ φόβος μόνον δι᾽ ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον μὲν ὄνειδος καταλείπει τῷ δαίμονι, ὅσον δὲ κόσμον τῷ μάρτυρι. Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ Δάφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυρος.