Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰγνάτιον τὸν μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Το επισκοπικό αξίωμα και οι πέντε στέφανοι του αγίου Ιγνατίου

Ανάλυση της επισκοπικής διακονίας του αγίου Ιγνατίου, η οποία επικυρώνεται από την αποστολική χειροτονία, την ποιμαντική ευθύνη σε καιρό διωγμών, το μέγεθος της ποίμνης της Αντιοχείας και τη διαδοχή του αποστόλου Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Καὶ ταὐτὸν πάσχομεν, οἷον ἂν εἴ τις εἰς λειμῶνα εἰσελθὼν, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν ἰδὼν, πολὺ δὲ τὸ ἴον, καὶ τὸ κρίνον τοσοῦτον, καὶ ἕτερα δὲ ἠρινὰ ἄνθη ποικίλα τε καὶ διάφορα, ἀπορήσειε, τί πρῶτον ἴδῃ, τί δεύτερον, ἑκάστου τῶν ὁρωμένων πρὸς ἑαυτὸ καλοῦντος τὰς ὄψεις. Καὶ γὰρ καὶ ἡμεῖς εἰς τὸν πνευματικὸν τοῦτον λειμῶνα τῶν Ἰγνατίου κατορθωμάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ’ αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισμὸν ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς ψυχῆς ὄψιν. Σκοπεῖτε γάρ· προέστη τῆς παρ’ ἡμῖν Ἐκκλησίας γενναίως, καὶ μετὰ τοσαύτης ἀκριβείας, μεθ’ ὅσης ὁ Χριστὸς βούλεται· ἂν γὰρ μέγιστον ὄρον καὶ κανόνα τῆς ἐπισκοπῆς ἔφησεν εἶναι ἐκεῖνος, τοῦτον οὗτος διὰ τῶν ἔργων ἐπεδείξατο. Καὶ γὰρ τοῦ Χριστοῦ λέγοντος ἀκούσας, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, μετὰ πάσης ἀνδρείας αὐτὴν ἐπέδωκεν ὑπὲρ τῶν προβάτων.

Συνεγένετο τοῖς ἀποστόλοις γνησίως, καὶ τῶν πνευματικῶν ναμάτων ἀπήλαυσεν. Ὁποῖον οὖν εἶναι εἰκὸς τὸν συντραφέντα ἐκείνοις, καὶ πανταχοῦ συγγενόμενον, καὶ ῥητῶν καὶ ἀποῤῥήτων αὐτοῖς κοινωνήσαντα, καὶ τοσαύτης εἶναι δόξαντα αὐτοῖς ἀρχῆς ἄξιον; Ἐπέστη πάλιν καιρὸς ἀνδρείαν ἐπιζητῶν καὶ ψυχὴν τῶν παρόντων ὑπερορῶσαν ἁπάντων, καὶ τῷ θείῳ ζέουσαν ἔρωτι, καὶ τὰ μὴ βλεπόμενα τῶν ὁρωμένων προτιμῶσαν· καὶ μετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀπέθετο, μεθ’ ὅσης ἄν τις ἱμάτιον ἀποδύσαιτο. Τί οὖν πρότερον εἴπωμεν; τῶν ἀποστόλων τὴν διδασκαλίαν, ἢν ἐπεδείξατο διὰ πάντων, ἢ τῆς παρούσης ζωῆς τὴν ὑπεροψίαν, ἢ τὴν ἀκρίβειαν τῆς ἀρετῆς, μεθ’ ἧς τὴν προστασίαν τῆς Ἐκκλησίας ᾠκονόμησε; Τίνα πρότερον ἀνυμνήσομεν; τὸν μάρτυρα, ἢ τὸν ἐπίσκοπον, ἢ τὸν ἀπόστολον; Τριπλοῦν γὰρ στέφανον ἡ τοῦ Πνεύματος πλέξασα χάρις, οὕτω τὴν ἁγίαν ἐκείνην ἀνέδησε κεφαλήν· μᾶλλον δὲ πολλαπλοῦν.

Τῶν γὰρ στεφάνων ἕκαστον, εἴ τις αὐτοὺς μετὰ ἀκριβείας ἀναπτύξειεν, εὑρήσει καὶ ἑτέρους ἡμῖν βλαστάνοντας στεφάνους. βʹ. Καὶ εἰ βούλεσθε, πρότερον ἐπὶ τὸν τῆς ἐπισκοπῆς ἔπαινον ἔλθωμεν· οὐ δοκεῖ εἷς οὗτος εἶναι στέφανος μόνος; Φέρε οὖν αὐτὸν ἀναπτύξωμεν τῷ λόγῳ, καὶ ὄψεσθε καὶ δύο, καὶ τρεῖς, καὶ πλείους ἐξ αὐτοῦ τικτομένους ἡμῖν. Οὐ γὰρ μόνον ὅτι τοσαύτης ἀρχῆς ἄξιος εἶναι ἔδοξε, θαυμάζω τὸν ἄνδρα ἐγὼ, ἀλλ’ ὅτι καὶ παρὰ τῶν ἁγίων ἐκείνων τὴν ἀρχὴν ταύτην ἐνεχειρίσθη, καὶ αἱ τῶν μακαρίων ἀποστόλων χεῖρες τῆς ἱερᾶς ἥψαντο κεφαλῆς. Οὐδὲ γὰρ μικρὸν τοῦτο εἰς ἐγκωμίου λόγον· οὐκ ἐπειδὴ πλείω τὴν ἄνωθεν ἐπεσπάσατο χάριν, οὐδ’ ὅτι δαψιλεστέραν ἐπ’ αὐτὸν ἐποίησαν ἐλθεῖν τὴν τοῦ Πνεύματος ἐνέργειαν μόνον· ἀλλ’ ὅτι καὶ πᾶσαν αὐτῷ τὴν ἐν ἀνθρώποις ἐμαρτύρησαν ἀρετήν· τὸ δὲ πῶς ἐγὼ λέγω.

Τίτῳ γράφων ὁ Παῦλος ποτέ· ὅταν δὲ Παῦλον εἴπω, οὐ τοῦτον μόνον λέγω, ἀλλὰ καὶ Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ πάντα αὐτῶν τὸν χορόν. Καθάπερ γὰρ ἐν λύρᾳ μιᾷ διάφοροι μὲν αἱ νευραὶ, μία δὲ ἡ συμφωνία· οὕτω καὶ ἐν τῷ χορῷ τῶν ἀποστόλων διάφορα μὲν τὰ πρόσωπα, μία δὲ ἡ διδασκαλία, ἐπειδὴ καὶ εἷς ὁ τεχνίτης ἦν, τὸ Πνεῦμα τὸ ἅγιον τὸ κινοῦν τὰς ἐκείνων ψυχάς. Καὶ τοῦτο ἐμφαίνων ὁ Παῦλος ἔλεγεν· Εἴτε οὖν ἐκεῖνοι, εἴτε ἐγὼ, οὕτω κηρύσσομεν. Γράφων τοίνυν οὗτος τῷ Τίτῳ, καὶ δεικνὺς ὁποῖόν τινα τὸν ἐπίσκοπον εἶναι χρὴ, φησί· Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ ἑτέρους παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

Καὶ Τιμοθέῳ πάλιν περὶ τῆς ὑποθέσεως ταύτης ἐπιστέλλων, οὕτω πώς φησιν· Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ· δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πλήκτην, μὴ πάροινον, ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον.

Εἶδες πόσην ἀκρίβειαν ἀρετῆς ἀπαιτεῖ τὸν ἐπίσκοπον; Καθάπερ γάρ τις ζωγράφος ἄριστος ποικίλα κεράσας χρώματα, ἣν ἂν μέλλῃ βασιλικῆς μορφῆς πρωτότυπον κατασκευάζειν εἰκόνα, μετὰ πάσης ἐργάζεται τῆς ἀκριβείας, ὥστε τοὺς μιμουμένους αὐτὴν ἅπαντας καὶ γράφοντας ἐξ αὐτῆς διηκριβωμένην ἔχειν εἰκόνα· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος καθάπερ τινὰ εἰκόνα βασιλικὴν γράφων, καὶ τὸ ἀρχέτυπον αὐτῆς κατασκευάζων, τὰ ποικίλα τῆς ἀρετῆς κεράσας χρώματα, ἀπηρτισμένους ἡμῖν τοὺς χαρακτῆρας ὑπέγραψε τῆς ἐπισκοπῆς, ἵν’ ἕκαστος τῶν εἰς τὴν ἀρχὴν ταύτην ἀναβαινόντων, εἰς ἐκείνην ὁρῶν, μετὰ τοσαύτης ἀκριβείας τὰ καθ’ ἑαυτὸν ἅπαντα οἰκονομῇ. Θαῤῥῶν τοίνυν εἴποιμι ἂν, ὅτι πᾶσαν αὐτὴν μετὰ ἀκριβείας ὁ μακάριος Ἰγνάτιος ἀπεμάξατο ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ ἀνεπίληπτος ἦν καὶ ἀνέγκλητος, καὶ οὔτε αὐθάδης, οὔτε ὀργίλος, οὔτε πάροινος, οὔτε πλήκτης, ἀλλ’ ἄμαχος, ἀφιλάργυρος, δίκαιος, ὅσιος, ἐγκρατὴς, ἀντεχόμενος τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, νηφάλιος, σώφρων, κόσμιος, καὶ τὰ ἄλλα ἅπερ ὁ Παῦλος ἀπῄτησε. Καὶ τίς τούτων ἀπόδειξις;

φησίν· Αὐτοὶ οἱ ταῦτα εἰρηκότες αὐτὸν ἐχειροτόνησαν, καὶ οὐκ ἂν οἱ μετὰ τοσαύτης ἀκριβείας παραινοῦντες ἑτέροις τὴν δοκιμασίαν ποιεῖσθαι τῶν μελλόντων ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς ἀναβαίνειν ταύτης, αὐτοὶ παρέργως τοῦτο ἐποίησαν ἄν· ἀλλ’ εἰ μὴ πᾶσαν εἶδον τὴν ἀρετὴν ταύτην ἐν τῇ ψυχῇ τοῦ μάρτυρος τούτου πεφυτευμένην, οὐκ ἂν αὐτῷ ταύτην ἐνεχείρισαν τὴν ἀρχήν. Καὶ γὰρ ᾔδεισαν ἀκριβῶς ὅσος κίνδυνος κεῖται τοῖς ἁπλῶς καὶ ὡς ἔτυχε τὰς τοιαύτας ποιουμένοις χειροτονίας. Καὶ τοῦτο αὐτὸ πάλιν ἐμφαίνων ὁ Παῦλος τῷ αὐτῷ Τιμοθέῳ γράφων ἔλεγε· Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Τί λέγεις; ἄλλος ἥμαρτε, κἀγὼ κοινωνῶ τῶν ἐγκλημάτων καὶ τῆς τιμωρίας;

Ναὶ, φησὶν, ὁ τῇ πονηρίᾳ τὴν ἐξουσίαν παρασχών. Καὶ καθάπερ τις μαινομένῳ καὶ παραπαίοντι ξίφος ἐγχειρίσας ἠκονημένον, ὃν ἂν ἐργάσηται φόνον ὁ μεμηνὼς, ἐκεῖνος ὑφίσταται τὴν αἰτίαν ὁ τὸ ξίφος δεδωκὼς, οὕτω καὶ ἀνθρώπῳ τις πονηρίᾳ συζῶντι τὴν ἀπὸ τῆς ἀρχῆς ταύτης ἐξουσίαν παρασχὼν, τὸ πῦρ ἅπαν τῶν ἁμαρτημάτων ἐκείνου καὶ τῶν τολμημάτων ἐπὶ τὴν οἰκείαν ἕλκει κεφαλήν· ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, πανταχοῦ οὗτος τῶν ἐξ αὐτῆς φυομένων ἐστὶν αἴτιος. Εἶδες πῶς διπλοῦς ἡμῖν ὁ στέφανος ἐφάνη τῆς ἐπισκοπῆς τέως, καὶ λαμπροτέραν ἐποίησε τὴν ἀρχὴν τὸ τῶν χειροτονησάντων αὐτὸν ἀξίωμα, πᾶσαν ἀπόδειξιν ἀρετῆς αὐτῷ μαρτυρῆσαν;

γʹ. Βούλεσθε καὶ ἕτερον ὑμῖν ἐκκαλύψω στέφανον ἀπ’ αὐτοῦ τούτου βλαστάνοντα; Ἀναλογισώμεθα τὸν καιρὸν καθ’ ὃν τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην. Οὐ γάρ ἐστιν ἴσον Ἐκκλησίαν οἰκονομῆσαι νῦν, καὶ τότε, ὥσπερ οὐκ ἔστιν ἴσον τετριμμένην ὁδὸν, καὶ κατεσκευασμένην καλῶς, μετὰ πολλοὺς ὁδοιπόρους ὁδεύειν, καὶ νῦν πρώτως τέμνεσθαι μέλλουσαν, καὶ φάραγγας καὶ λίθους ἔχουσαν, καὶ θηρίων γέμουσαν, καὶ μηδέπω μηδένα δεξαμένην ὁδοιπόρον. Νῦν μὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι κίνδυνος οὐδεὶς τοῖς ἐπισκόποις, ἀλλ’ εἰρήνη πανταχόθεν βαθεῖα, καὶ γαλήνης ἀπολαύομεν ἅπαντες, τοῦ λόγου τῆς εὐσεβείας ἐκτεταμένου πρὸς τὰ πέρατα τῆς οἰκουμένης, καὶ τῶν βασιλευόντων ἡμῖν τὴν πίστιν συντηρούντων μετὰ ἀκριβείας. Τότε δὲ οὐδὲν τούτων ἦν, ἀλλ’ ὅπουπερ ἄν τις εἶδε, κρημνοὶ, καὶ βάραθρα, καὶ πόλεμοι, καὶ μάχαι, καὶ κίνδυνοι, καὶ ἄρχοντες, καὶ βασιλεῖς, καὶ δῆμοι, καὶ πόλεις, καὶ ἔθνη, καὶ οἰκεῖοι, καὶ ἀλλότριοι τοῖς πιστεύουσιν ἐπεβούλευον.

Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλ’ ὅτι καὶ αὐτῶν τῶν πιστευσάντων πολλοὶ, ἅτε νῦν πρώτως δογμάτων γευσάμενοι ξένων, πολλῆς ἐδέοντο τῆς συγκαταβάσεως, καὶ ἀσθενέστερον ἔτι διέκειντο, καὶ πολλάκις ὑπεσκελίζοντο· καὶ τοῦτο ἦν ὃ τῶν ἔξωθεν πολέμων οὐκ ἔλαττον ἐλύπει τοὺς διδασκάλους, μᾶλλον δὲ καὶ πολλῷ πλέον· αἱ μὲν γὰρ ἔξωθεν μάχαι, καὶ ἐπιβουλαὶ, καὶ ἡδονὴν παρεῖχον αὐτοῖς πολλὴν διὰ τὴν ἐλπίδα τῶν ἀποκειμένων μισθῶν. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι ἐμαστιγώθησαν, καὶ Παῦλος βοᾷ λέγων· Χαίρω ἐν τοῖς παθήμασί μου, καὶ καυχᾶται ἐν ταῖς θλίψεσι πανταχοῦ· τὰ δὲ τῶν οἰκείων τραύματα καὶ τὰ τῶν ἀδελφῶν πτώματα οὐδὲ ἀναπνεῖν αὐτοὺς ἠφίει, ἀλλ’ ὥσπερ τις κύφων βαρύτατος τὸν αὐχένα τῆς ψυχῆς αὐτῶν ἐπίεζε καὶ κατέσπα διηνεκῶς. Ἄκουσον γοῦν, ὁ Παῦλος ὁ οὕτω χαίρων ἐν τοῖς παθήμασι πῶς ὑπὲρ τούτων πικρῶς ὀδυνᾶται. Τίς γὰρ, φησὶν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ πάλιν·

Φοβοῦμαι μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· καὶ μετ’ ὀλίγα· Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ ἀσελγείᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Καὶ διὰ παντὸς ὁρᾷς ἐν δάκρυσιν αὐτὸν ὄντα καὶ θρήνοις διὰ τοὺς οἰκείους, καὶ δεδοικότα, καὶ τρέμοντα ὑπὲρ τῶν πεπιστευκότων ἀεί. Ὥσπερ οὖν κυβερνήτην θαυμάζομεν οὐχ ὅταν ἡσυχαζούσης τῆς θαλάττης καὶ ἐξ οὐρίων τῆς νηὸς φερομένης δυνηθῇ τοὺς ἐμπλέοντας διασῶσαι, ἀλλ’ ὅταν μαινομένου τοῦ πελάγους, διανισταμένων τῶν κυμάτων, αὐτῶν τῶν ἔνδον ἐπιβατῶν στασιαζόντων, πολλοῦ χειμῶνος ἔσωθεν ἔξωθεν τοὺς ἐμπλέοντας πολιορκοῦντος, δυνηθῇ κατευθῦναι τὸ σκάφος μετὰ ἀσφαλείας ἁπάσης· οὕτω καὶ τοὺς τότε τὴν Ἐκκλησίαν ἐγχειρισθέντας ἐκπλήττεσθαι χρὴ καὶ θαυμάζειν πολλῷ πλέον τῶν νῦν οἰκονομούντων αὐτὴν, ὅτε πολὺς ὁ πόλεμος ἔξωθεν ἔσωθεν, ὅτε ἁπαλώτερον ἔτι τὸ φυτὸν τῆς πίστεως ἦν, καὶ πολλῆς δεόμενον ἐπιμελείας, ὅτε καθάπερ ἀρτίτοκον βρέφος τὸ τῆς Ἐκκλησίας πλῆθος πολλῆς ἔχρῃζε τῆς προνοίας, καὶ σοφωτάτης τινὸς τῆς μελλούσης αὐτὸ τιθηνεῖσθαι ψυχῆς.

Καὶ ἵνα σαφέστερον μάθητε, ὅσων ἦσαν ἄξιοι στεφάνων οἱ τότε τὴν Ἐκκλησίαν ἐμπιστευθέντες, καὶ ὅσος πόνος καὶ κίνδυνος ἐν προοιμίοις καὶ ἀρχῇ πρᾶγμα ἀναδέξασθαι, καὶ πρώτως ἐλθεῖν ἐπ’ αὐτῷ, τοῦ Χριστοῦ παράγω μαρτυρίαν ὑμῖν ψηφιζομένου ταῦτα καὶ τὴν ὑφ’ ἡμῶν εἰρημένην κυροῦντος γνώμην. Ἰδὼν γὰρ πολλοὺς πρὸς αὐτὸν ἐρχομένους, καὶ βουλόμενος δεῖξαι τοῖς ἀποστόλοις, ὅτι πλέον αὐτῶν ἔκαμον οἱ προφῆται, φησίν· Ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

Καίτοι πολλῷ πλείονα τῶν προφητῶν ἔκαμνον οἱ ἀπόστολοι· ἀλλ’ ἐπειδὴ πρότεροι ἐκεῖνοι τὸν λόγον τῆς εὐσεβείας κατέβαλον, καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἀδιδάκτους οὔσας πρὸς τὴν ἀλήθειαν ἐπεσπάσαντο, ἐκείνοις τὸ πλέον τοῦ πόνου ψηφίζεται.

Οὐ γάρ ἐστιν ἴσον, οὐκ ἔστι, μετὰ πολλοὺς ἑτέρους διδασκάλους ἐλθόντα διδάσκειν, καὶ πρῶτον αὐτὸν καταβάλλειν τὰ σπέρματα. Τὸ μὲν γὰρ ἤδη μελετηθὲν, καὶ ἐν συνηθείᾳ γενόμενον πολλῶν, εὐπαράδεκτον ἂν ῥᾳδίως γένοιτο· τὸ δὲ νῦν πρῶτον ἀκουόμενον θορυβεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν, καὶ πολλὰ τοῖς διδάσκουσι παρέχει πράγματα. Τοῦτο γοῦν καὶ ἐν Ἀθήναις ἐθορύβει τοὺς ἀκούοντας, καὶ διὰ τοῦτο ἀπεστρέφοντο τὸν Παῦλον, ἐγκαλοῦντες, ὅτι Ξενίζοντά τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Εἰ γὰρ νῦν κάματον καὶ πόνον πολὺν Ἐκκλησίας προστασία παρέχει τοῖς κυβερνῶσιν αὐτὴν, ἐννόησον πῶς διπλοῦς, καὶ τριπλοῦς, καὶ πολλαπλασίων ἦν τότε ὁ πόνος, ὅτε κίνδυνοι, καὶ μάχαι, καὶ ἐπιβουλαὶ, καὶ φόβος διηνεκής. Οὐκ ἔστιν, οὐκ ἔστι, παραστῆσαι τῷ λόγῳ τὴν δυσκολίαν, ἢν ὑπέμενον οἱ ἅγιοι τότε ἐκεῖνοι· ἀλλ’ οὗτος αὐτὴν εἴσεται μόνος ὁ διὰ τῆς πείρας αὐτῆς ἐλθών.

δʹ. Εἴπω καὶ τέταρτον στέφανον ἐκ τῆς ἐπισκοπῆς ἡμῖν ἀνίσχοντα ταύτης. Τίς οὖν ἐστιν οὗτος; Τὸ τὴν πατρίδα αὐτὸν ἐπιτραπῆναι τὴν ἡμετέραν. Ἐπίπονον μὲν γὰρ καὶ ἑκατὸν ἀνδρῶν καὶ πεντήκοντα προστῆναι μόνον· τὸ δὲ πόλιν ἐγχειρισθῆναι τοσαύτην, καὶ δῆμον εἰς εἴκοσιν ἐκτεινόμενον μυριάδας, πόσης ἀρετῆς οἴει καὶ σοφίας ἀπόδειξιν εἶναι; Καὶ γὰρ ὥσπερ ἐπὶ τῶν στρατοπέδων τὰς βασιλικωτέρας φάλαγγας καὶ πληθυούσας μᾶλλον οἱ σοφώτεροι τῶν στρατηγῶν ἐγχειρίζονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων, τὰς μείζους καὶ πολυανθρώπους οἱ δοκιμώτεροι τῶν ἀρχόντων ἐμπιστεύονται. Καὶ ἄλλως δὲ πολὺς ἦν τῆς πόλεως ταύτης τῷ Θεῷ λόγος, ὡς καὶ διὰ τῶν ἔργων αὐτῶν ἐδήλωσε· τὸν γοῦν τῆς οἰκουμένης ἐπιστάτην ἁπάσης Πέτρον, ᾧ τὰς κλεῖς ἐνεχείρισε τῶν οὐρανῶν, ᾧ πάντα ἄγειν καὶ φέρειν ἐπέτρεψε, πολὺν ἐνταῦθα χρόνον ἐνδιατρίψαι ἐκέλευσεν· οὕτως αὐτῷ τῆς οἰκουμένης ἁπάσης ἡ πόλις ἀντίῤῥοπος ἡ ἡμετέρα.

Ἐπειδὴ δὲ ἐμνήσθην Πέτρου, καὶ πέμπτον ἐξ αὐτοῦ στέφανον εἶδον πλεκόμενον· οὗτος δέ ἐστι τὸ μετ’ ἐκεῖνον τοῦτον διαδέξασθαι τὴν ἀρχήν. Ὥσπερ γὰρ ἄν τις λίθον ἐξαίρων μέγαν ἐκ θεμελίων, ἕτερον ἀντίῤῥοπον ἐκείνου σπουδάζει πάντως ἀντεισαγαγεῖν, εἰ μὴ μέλλοι πᾶσαν σαλεύειν τὴν οἰκοδομὴν, καὶ σαθροτέραν ποιεῖν· οὕτω δὴ καὶ Πέτρου μέλλοντος ἐντεῦθεν ἀποδημεῖν, ἕτερον ἀντίῤῥοπον Πέτρου διδάσκαλον ἡ τοῦ Πνεύματος ἀντεισήγαγε χάρις, ὥστε μὴ τὴν ἤδη γενομένην οἰκοδομὴν τῇ τοῦ διαδεξομένου εὐτελείᾳ σαθροτέραν γενέσθαι.

Πέντε μὲν οὖν στεφάνους ἀπηριθμησάμεθα, ἀπὸ τοῦ μεγέθους τῆς ἀρχῆς, ἀπὸ τῆς ἀξίας τῶν κεχειροτονηκότων, ἀπὸ τῆς τοῦ καιροῦ δυσκολίας, ἀπὸ τοῦ μέτρου τῆς πόλεως. ἀπὸ τῆς ἀρετῆς τοῦ παραδόντος αὐτῷ τὴν ἐπισκοπήν.