Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στο Ευαγγέλιο του Ιωάννη και το μυστήριο της θείας ενανθρωπήσεως

Εγκώμιο του ευαγγελιστή Ιωάννη και θεολογική προσέγγιση της σάρκωσης του Θεού Λόγου μέσω ανθρώπινων εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

«Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν. Πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπεδήμησεν ὁ μέγας καὶ μόνος θεολόγος Ἰωάννης· πάλιν Θεὸν Λόγον ἀνακηρύττει καὶ τὴν οἰκουμένην ἅπασαν εἰς οὐρανοὺς ἀναβλέπειν παρασκευάζει. Ἰωάννης ἡμῖν σήμερον ἐξ οὐρανῶν ἐπεδήμησεν, ὁ ἁλιεὺς ὁ ῥίψας τὴν σαγήνην καὶ λαβὼν τὸ εὐαγγέλιον, Ἰωάννης, ὁ ἀφεὶς τὸν κάλαμον καὶ μεταχειρισάμενος τὸν λόγον, Ἰωάννης, ὁ Μωϋσέως ὑψηλότερα δόγματα τὴν οἰκουμένην διδάξας. Ὁ μὲν γὰρ ἔλεγεν· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· οὗτος δὲ τὰ κτίσματα καταλιπὼν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει. Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος, Λόγος ἐνυπόστατος, Λόγος ἐν ὑστέροις καιροῖς φανερωθεὶς καὶ τὴν οἰκουμένην διασώσας, Λόγος τῆς τοῦ Πατρὸς οὐσίας ἀπαράλλακτος. Ὥσπερ γὰρ ὁ ἐν ἐμοὶ λόγος μετὰ τῆς οὐσίας εἰς τὴν τῆς ψυχῆς μετὰ δὲ τὸ προενσχεθῆναι διὰ στόματος καὶ λαβεῖν ἔνδυμα τὴν φωνὴν οὐκέτι λοιπὸν εἰς ἐμὲ μόνον ἀποκέκρυπται ἀλλὰ καὶ πᾶσι λοιπὸν γνωρίζεται, οὕτως καὶ ὁ μονογενὴς ὢν ἐν τῷ Θεῷ καὶ τῆς οὐσίας ὢν τοῦ Πατρὸς ἔμεινεν ἐν ἀρχῇ γνωριζόμενος, μετὰ δὲ τὸ ἐνδυθῆναι τὴν σάρκα οὕτω πᾶσι λοιπὸν κατάδηλος γίνεται.

Ὥσπερ γὰρ ὁ λόγος, ὁ φορέσας τὴν φωνὴν γνώριμος πᾶσι καθίσταται, οὕτως ὁ Θεὸς Λόγος, φορέσας τὴν σάρκα, πᾶσιν ἀνθρώποις ἀπεκαλύπτετο διὰ τῆς σαρκός. Τὰς δὲ εἰκόνας ταύτας οὐ διὰ τὴν τοῦ Θεοῦ φύσιν λαμβάνομεν· ἀνεξιχνίαστος γὰρ καὶ ἀπερινόητος καὶ ἀκατάληπτος καὶ ἀνεξερεύνητος ἡ φύσις ἐκείνη· εἰ γὰρ τὰ κρίματα τοῦ Θεοῦ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, πῶς τολμᾷ τις ἐρευνῆσαι τὴν φύσιν ἐκείνην τὴν ἀκατάληπτον; Ἀλλ᾽ ἀνθρωπίνας εἰκόνας λαμβάνομεν διὰ τὴν ἡμετέραν ἀσθένειαν, εἰ δυνηθῶμεν κἂν ἐκ μέρους κατανοῆσαι τῶν ἐπουρανίων θαυμάτων τὴν εἰκόνα. Τοῦτο γὰρ καὶ ὁ ἀπόστολος λέγων ἐγνώριζεν ἡμῖν, ὅτι ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. Διὰ τοῦτο ἐκ τῶν ἐπιγείων καὶ τῶν ἀνθρωπίνων μερικὴν τὴν ἄνω γνῶσιν σπουδάζομεν λαμβάνειν. Ἀλλ᾽ ὥσπερ οὐκ ἔστι τὸν λόγον ἀπὸ τῆς ψυχῆς διατεμεῖν ἀλλ᾽ ἔστι τῆς αὐτῆς οὐσίας ἐν τῇ ψυχῇ μένων καὶ μετὰ ταύτης ἀδιαστάτως νοούμενος καὶ οὐ τεμνόμενος, ἀλλ᾽ ἐκ τῆς αὐτῆς οὐσίας καὶ ἐκ τῆς αὐτῆς θεότητος ὢν τοῦ Πατρός, ἐκ τῶν πατρικῶν θησαυρῶν προελθών, κατῆλθε σάρκα περιβαλλόμενος καὶ πᾶσι τὰ τῆς δωρεᾶς θαύματα χαριζόμενος.