Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Ἰωάννης ὁ Χρυσόστομος

Ο θρίαμβος της Εκκλησίας έναντι των διωγμών και καταληκτήρια δοξολογία

Αναφορά στο ακατάλυτο της Εκκλησίας απέναντι στους τυράννους, η οποία θεμελιώνεται στην πέτρα της πίστεως, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Πόσοι τύραννοι ἐφιλονείκησαν τὴν φωνὴν ταύτην καταλῦσαι καὶ οὐκ ἠδυνήθησαν; ἦλθεν ἄνεμος, ἔπνευσε, τὰ κύματα προσέρρηξε τῇ οἰκοδομῇ τουτέστι τῇ πίστει καὶ οὐ κατέπεσε· πύργος γὰρ ἦν ᾠκοδομημένος ἐπὶ τὴν πέτραν, πανταχόθεν περικρουόμενος καὶ μηδέπω καταπίπτων.

Ἐπὶ τῆς πέτρας ταύτης οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπανέστησαν βασιλεῖς, ἐπανέστησαν τύραννοι, γεγόνασι κατὰ χριστιανῶν πόλεμοι· τύραννοι καὶ θεομάχοι πολλάκις ἐνέρρηξαν κατὰ τῶν χριστιανῶν τὴν τυραννίδα ἀλλ᾽ οὐκ ἠδυνήθησαν μίαν τρίχα ἐξαλεῖψαι τοῦ εὐαγγελίου. Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὐ τῷ αἰῶνι συμπαραπεμπόμενος· πάντας νικῶν, πάντας παιδεύων καὶ τῷ αἰῶνι συνεκτεινόμενος Λόγος, τὴν γῆν οὐρανὸν ἐργαζόμενος καὶ πολλοὺς υἱοὺς τῷ Πατρὶ κατὰ χάριν προσενέγκας ᾧ πρέπει δόξα, τιμή, κράτος, μεγαλωσύνη καὶ μεγαλοπρέπεια σὺν τῷ, ἀνάρχῳ Πατρὶ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν».