Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο της εορτής και προσέλευση του Χριστού στον Ιορδάνη

Εισαγωγική προτροπή για τη νοερή συμμετοχή των πιστών στο μυστήριο του Βαπτίσματος και αναφορά στον χρόνο της θείας επιφανείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΩΑΝΝΗΝ Τὸν Πρόδρομον. αʹ. Ἰωάννου τοῦ Βαπτιστοῦ πανήγυριν ἄγωμεν· πόθῳ στεφανώσωμεν τοῦτον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, κατὰ τὴν τοῦ Δεσπότου φωνήν. Οὐδὲν γὰρ οὕτω τὸν προφήτην ἐσέμνυνεν, ὡς τὸ βαπτίσαι τὸν Κύριον. Ἴωμεν τοίνυν ἐπὶ τὸ Δεσποτικὸν βάπτισμα, τὸ μάλιστα λαμπρῦναν τὸν πρόδρομον τοῦ βασιλέως τῶν οὐρανῶν· καὶ διαγενώμεθα πόθῳ τῶν τῆς Ἰουδαίας τόπων ἐντὸς, ἐξ ὧν ἐκαρπωσάμεθα τὴν πρόσοδον τῶν ἀγαθῶν· μᾶλλον δὲ γράψωμεν τῷ λόγῳ τὰ πράγματα, καὶ τῶν ἀνεγνωσμένων ἐνταῦθα τρυγήσωμεν τὸν καρπόν. Ὑποθώμεθα τὸν Ἰορδάνην ἐκεῖνον, τὸν ὑποδεξάμενον τὸν ἑαυτοῦ δημιουργὸν παραγενόμενον ἐν σαρκὶ, ῥέειν διὰ μέσου ἡμῶν· καὶ νομίσωμεν Ἰωάννην τὸν Βαπτιστὴν ἐφιστάναι τοῖς χείλεσι τοῦ ποταμοῦ, καὶ θεασώμεθα τὸν Δεσπότην Χριστὸν προσερχόμενον τῷ οἰκείῳ θεράποντι, καὶ βαπτιζόμενον ὑπ᾽ αὐτοῦ, καὶ δακτυλοδεικτούμενον ὑπ᾽ αὐτοῦ οὐρανόθεν τῇ τοῦ Πνεύματος ἐπιπτήσει· καὶ προσκυνήσωμεν οἱ τῆς ὁμοουσίου Τριάδος προσκυνηταὶ τὸν μαρτυρήσαντα Πατέρα, καὶ μαρτυρηθέντα Υἱὸν, καὶ μαρτυρῆσαν Πνεῦμα ἅγιον. Ἀκολουθήσωμεν τῇ βίβλῳ τῶν Εὐαγγελίων ὁδηγούσῃ ἡμᾶς πρὸς τὰ ποθούμενα, καὶ ταῖς θείαις λέξεσιν ὡς ἴχνεσιν ἐπιβαίνοντες, ἐπιδράμωμεν ἐπὶ τὸ πανηγυριζόμενον τῆς οἰκουμένης μυστήριον.

Τότε παραγίνεται, φησὶν, ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Πρὸς τὸν Ἰορδάνην ὁ Δεσπότης ἀφίκετο· οὐδὲν γὰρ ἀκαίρως οὐδὲ ἀλόγως εἰργάσατο ὁ τῆς σοφίας θησαυρὸς, ἀλλ᾽ ἕκαστον, ὧν δι᾽ ἡμᾶς ᾠκονόμησεν, εὐκαίρῳ καιρῷ διεπράξατο. Θεὸς γὰρ ὢν καὶ δημιουργὸς παντὸς χρόνου καὶ παντὸς διαστήματος, ἔπραξε τὸν χρόνον, καὶ ταῖς ἐκεῖ τότε συγκαταβάσεσιν ὡς ἄνθεσι κατέβαλε τῶν παρ᾽ αὐτοῦ γεγενημένων τὰς ἀφορμάς. Τότε παραγίνεται ὁ Ἰησοῦς.