Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον
Η ομιλία του Χριστού για τη θεία οικονομία
Ο Κύριος αναπτύσσει τα μυστήρια της συγκαταβάσεως και της ενσαρκώσεως, καλώντας τον Βαπτιστή να υπακούσει στο θείο πρόσταγμα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ομιλία του Χριστού για τη θεία οικονομία
Ο Κύριος αναπτύσσει τα μυστήρια της συγκαταβάσεως και της ενσαρκώσεως, καλώντας τον Βαπτιστή να υπακούσει στο θείο πρόσταγμα.
Γέγονας τῆς ἐμῆς βασιλείας συνήγορος, ἀλλ᾽ ὀφείλεις γενέσθαι καὶ τῆς ἐμῆς οἰκονομίας διάκονος· Ἦλθον ἐγὼ πρὸς σὲ, ἐπειδὴ τοῦτο συμφέρει σοί τε καὶ τοῖς κατὰ σέ· ἦλθον ἐγὼ πρὸς σὲ, ἵνα πάντες οἱ ἄνθρωποι παραγένωνται πρὸς ἐμέ· κατῆλθον ἐκ τῶν οὐρανῶν, καὶ ὅλος ἐν τοῖς κόλποις εἰμὶ τοῦ Πατρὸς, ἵνα συνάψω τῷ πλάστῃ τὸ ποίημα· ἦλθον ὁ παρὼν, ἵνα ζωγρήσω τοὺς φεύγοντας· ἦλθον ὡς ἄνθρωπος, ὅπου παρήμην ὡς Θεὸς, ἵνα τοὺς ἀνθρώπους θεοὺς ἀπεργάσωμαι· ἔλαβον ἐξ ὑμῶν μητέρα πενιχρὰν, ἵνα δυνηθῆτε μετὰ παῤῥησίας ὑμεῖς τὸν ἐμὸν Πατέρα καλεῖν· ἐτράφην ὡς βρέφος τῇ τοῦ γάλακτος τροφῇ, ἵνα τοῖς πιστοῖς τροφὴν ἐμαυτὸν παραθήσω· περιεβλήθην σπαργάνοις παιδικοῖς, ἵνα διαῤῥήξω τοὺς τῆς ἀνομίας δεσμούς· ἀνεκλίθην οὐκ ἐπὶ κλίνης βασιλικῆς, ἀλλ᾽ ἐπὶ φάτνης εὐτελοῦς ἵνα μετὰ τὴν ἐμὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν μηκέτι μηδεὶς τῶν λογικῶν ὡς ἄλογος ἀλογίαν νοσῇ· ἐδεξάμην ἐν τῇ σαρκί μου περιτομὴν, ἣν ἐγὼ πρώην ἐνομοθέτησα, ἵνα τὴν ἀχειροποίητον ἐπεισάγω περιτομήν· ἀνήνεγκα τὴν νενομισμένην θυσίαν ὡς πρωτότοκος ὁ Μονογενὴς, ἵνα μεταποιήσω τὴν τοιαύτην θυσίαν, καὶ ξένην θυσίαν ἐμαυτὸν ἀπεργάσωμαι.
Ἔφυγον εἰς Αἴγυπτον, ἀλλ᾽ οὐκ ἀπέστην τοῦ εἶναι πάντων καταφυγή· ἐγενόμην βρέφος νέον, τέλειος ἀνὴρ, ὡς ὁρᾷς, ἵνα τὸ τέλειον τοῖς ἀτελέσι χαρίσωμαι· ἦλθον διὰ πάσης ἡλικίας, ἵνα πᾶσαν ἡλικίαν τειχίσω τῇ κατὰ μικρὸν προκοπῇ. Ἐπέβην καὶ ποταμῷ, ἵνα ποιήσω τοὺς γηγενεῖς ἐπιβαίνειν τοῦ οὐρανοῦ· καὶ δέχομαι τὸ βάπτισμα τοῦτο, ἵνα παράσχω τοῖς ἐμοῖς μαθηταῖς τῆς παλιγγενεσίας τὸ βάπτισμα. Ἀνέχομαι καταδύσεως, ὡς ἠνεσχόμην τῆς κατὰ σάρκα γεννήσεως. Ὡς νομοθέτης τιμῶ τοῦ νόμου τὰ δίκαια, ἵνα καινουργήσω τῆς χάριτος τὰ σύμβολα· ὡς ἰατρὸς ὑγιαίνων μεταλαμβάνω τοῦ φαρμάκου τῶν νοσούντων, μὴ δεόμενος τούτου, ἵνα καινότερον βοήθημα τὸ τῆς κολυμβήθρας ἐπινοήσω τοῖς κάμνουσι.
Σταυρὸν διὰ τοὺς ἁμαρτωλοὺς καταδέχομαι, καὶ λουτρὸν ἀκίνδυνον παραιτήσομαι; νέκρωσιν ὑπομένειν μέλλω τριήμερον, καὶ κατάδυσιν ἄλυπον οὐ ποιήσομαι; εἰς αὐτὸν καταβῆναι ἐπείγομαι τὸν τοῦ ᾄδου βυθὸν, καὶ ποταμοῦ ῥεῖθρον οὐ περιπτύξομαι;
Βάπτισον οὖν με, τὸν μέλλοντα βαπτίζειν καὶ σώζειν τοὺς θέλοντας· βάπτισόν με τὸν μέλλοντα βεβαπτισμένην ταῖς ἁμαρτίαις τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὕψος ἐπαίρειν οὐράνιον· βάπτισόν με ὡς ἄνθρωπον κάτω, τὸν ἄνω παρὰ τῶν ἀγγέλων ὑμνούμενον ὡς Θεόν. Γενοῦ τῶν ἐμῶν μυστηρίων ὑπηρέτης ὀξύς· μετάθες τὴν παραίτησιν εἰς πρᾶξιν ἀγαθήν· στῆσον τὴν γλῶτταν, καὶ κίνησον πρὸς τὸ ἔργον τὴν δεξιάν· ἐπίθες θαῤῥῶν τὴν χεῖρα τῇ ἐμῇ κορυφῇ, τῇ ληφθείσῃ ἀπὸ τοῦ σοῦ φυράματος διὰ σέ· κέρδανον ἐκ τοῦ βαπτίσματός μου καὶ σὺ τὸ Βαπτιστὴς ὀνομάζεσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.