Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν πρόδρομον
Το σκίρτημα του Προδρόμου στη μήτρα
Η πνευματική αναγνώριση του σαρκούμενου Κυρίου από τον Ιωάννη και το προφητικό του σκίρτημα στην κοιλιά της μητέρας του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το σκίρτημα του Προδρόμου στη μήτρα
Η πνευματική αναγνώριση του σαρκούμενου Κυρίου από τον Ιωάννη και το προφητικό του σκίρτημα στην κοιλιά της μητέρας του.
Μόνον γὰρ εἶδεν ἡ στεῖρα τὴν παρθένον, κατενόησεν ὁ ἑωσφόρος τὸν ἥλιον, καὶ ἐσκίρτησε μέγα ὁ Ἰωάννης ἐν τῇ μητρικῇ νηδύϊ, τὴν βραδύτητα τῆς φύσεως αἰτιώμενος. Δεσπότου, φησὶ, κήρυξ εἰμί· καὶ πῶς τοῖς ὁμοδούλοις ὁμοίως πεπέδημαι δεσμοῖς; Προλάβω τὸν χρόνον τῆς κυήσεως· οὐ περιμένω τὸν τόκον, μὴ ἀπολέσω τὸν δρόμον, μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλούμενον δοῦλον, μὴ γένηται τῆς φύσεως ἡ ἀκολουθία παρανομία τῆς τάξεως.
Ἐπέγνων τὸν παρόντα, καὶ σιωπᾷν οὐκ ἀνέχομαι· ἐπέγνων τὸν προαποστείλαντά με πρὸ προσώπου αὐτοῦ πορεύεσθαι, ἑτοιμάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ. Σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ ἐπείγομαι. Ὢ τῶν παραδόξων πραγμάτων καὶ θαυμάτων!
Ἅπερ ἠγνόησαν ἐν οὐρανοῖς ἄγγελοι, ἐγνώρισεν ὁ Ἰωάννης κυοφορούμενος, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ. Θρόνους ἔλαθε, καὶ τὸν ἐν μήτρᾳ Θεὸς ἐπιδημῶν οὐ παρέδραμε· κυριότητας ἔκρυψε, καὶ τῷ ἐν γαστρὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε· καὶ ὅπερ ἐλήλυθεν ὁ ἀρχάγγελος τῇ θεοτόκῳ κομίζων εὐαγγέλιον, ἔνδοθεν τὸ ἔμβρυον ἁλλόμενον ὑπηγόρευσεν. Ἐπιδημήσας γὰρ, καθὼς ἀρτίως ἠκούσατε, ὁ τοῦ γένους ἡμῶν λυτρωτὴς πρὸς τὸν ἑαυτοῦ φίλον Ἰωάννην ἀφίκετο κυοφορούμενος παραχρῆμα· καὶ ἦν ἰδεῖν τὸν πλαστουργὸν ἀσπαζόμενον τὸν πηλὸν, τὸν βασιλέα εἰς τὴν τοῦ στρατιώτου σκηνὴν αὐλιζόμενον, τὸν Δεσπότην εἰς τὸ τοῦ δούλου δωμάτιον ἀφιγμένον. Ὃν ἐκ μήτρας ἐν μήτρᾳ θεασάμενος ὁ Ἰωάννης, τῆς φύσεως ὅρους παραδραμεῖν ἐπεχείρησεν, Οὐκ οἶδα, λέγων, φύσεως ὁροθέτην Κύριον, οὐκ ἀναμένω κυήσεως χρόνον· ἐν γαστρὶ ἐνναμηνιαῖος τόκος οὐκ ἀναγκαῖος ἐμοί· οὐ χρῄζω ταύτης τῆς εἱρκτώσεως, εἰς ἣν νῦν ἐγκέκλεισμαι. Καὶ τί οὐ διαπερῶ τὰ δεσμὰ τὰ κατέχοντά με; Ἐξέλθω, κηρύξω παραδόξων πραγμάτων σύντομον γνῶσιν· σήμαντρόν εἰμι θεϊκῆς παρουσίας, σάλπιγξ εἰμὶ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως. Σαλπίσω, καὶ πατρικὴν γλῶτταν εὐγλωττήσω λαλεῖν· σαλπίσω, καὶ μητρικὴν νεκρωθεῖσαν μήτραν ζωώσω.
Βλέπε τοῦ μυστηρίου τὸ ξένον· οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω φαίνεται, καὶ ἀπειλὰς ἀποστέλλει· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι᾽ ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει· οὔπω βλέπει τὸ φῶς, καὶ γνωρίζει τὸν ἥλιον· οὔπω τίκτεται, καὶ προτρέχειν ἐπείγεται. Οὐ γὰρ φέρει τοῦ Δεσπότου ἐλθόντος παρακατέχεσθαι· οὐκ ἀνέχεται περιμένειν τοῦ τόκου τοὺς ὅρους, ἀλλὰ ῥῆξαι φιλονεικεῖ τὸ τῆς γαστρὸς δεσμωτήριον, καὶ προμηνῦσαι σπουδάζει τὸν Σωτῆρα ἐρχόμενον, κράζων τοῖς ἅλμασιν· Ὁ λύων τοὺς δεσμοὺς παρεγένετο, καὶ τί ἐγὼ δεδεμένος κατέχομαι; ἦλθεν ὁ λόγῳ κατασκευάσας τὰ σύμπαντα, καὶ τί ἐγὼ περιμένω τοὺς ὅρους τῆς φύσεως;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.