Ἄραντες γὰρ αὐτοῦ, φησὶ, τὸ σῶμα βαστάζοντες ἤνεγκαν, θέντες πρὸς τὴν θύραν τοῦ Ἰωάννου· καὶ ὃν οὐκ ἤθελε ζῶν θεωρῆσαι, τοῦτον ἀποθανὼν ἐπεζήτει, ζωὴν καὶ πίστιν αἰτούμενος. Οὕτω ποτὲ καὶ οἱ παμπόνηροι Ἰουδαῖοι ἐποίησαν· ζῶντα τὸν Χριστὸν ἀπηρνήσαντο, καὶ ἀποθανόντα Υἱὸν Θεοῦ ὡμολόγησαν· ἀπηρνήσαντο αὐτὸν ἐπὶ τοῦ τυφλοῦ εἰπόντες, Ἡμεῖς τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀνέβλεψεν ὁ τυφλὸς, καὶ ἐσκοτίσθη ὁ ἀσύνετος λαός. Υἱὸν Θεοῦ ὡμολόγησαν ἐπὶ τοῦ σταυροῦ, ὅτε κλίνας τὴν κεφαλὴν ἀφῆκε τὸ πνεῦμα, καὶ λόγχῃ τὴν ἀοίδιμον αὐτοῦ ἐξεκέντησαν πλευρὰν, καὶ ἐξῆλθε πλῆθος αἵματος καὶ ὕδατος· ἔκραζον δὲ μεγάλῃ τῇ φωνῇ Ἰουδαίων παῖδες, καὶ ἔλεγον, Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Ἰωάννης, ὁ ζῶν, ὁ κήρυξ τῆς θεογνωσίας, ὁ Πνεύματος ἁγίου χάριν λαβὼν, ὁ ῥήτωρ τῆς Ἐκκλησίας, ὁ φωστὴρ τῆς εὐσεβείας, ὁ ὀφθαλμὸς τῆς Ἀσίας, τὴν μὲν δαίμονα Ἄρτεμιν κατέστρεψε, τὸν δὲ Θεὸν Λόγον ἐν ὅλῳ τῷ κόσμῳ μεγαλοφώνως ἐκήρυξεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐρωτήσωμεν τὸν ἁλιέα τῶν ἰχθύων, καὶ συγγραφέα τῶν ἁγίων εὐαγγελίων, τίς αὐτὸν τοῦτο ἐδίδαξε; ποῖος πατὴρ τοῦτο συνεβούλευσεν ἀποφθέγξασθαι, εἰς ποίαν βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν;