Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον (λόγος β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Ο Ιωάννης ως διδάσκαλος και πνευματικός πατέρας των Εφεσίων

Εισαγωγικός έπαινος του αποστόλου Ιωάννη για την πνευματική του προσφορά και την καθοδήγηση των πιστών της Εφέσου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν τὸν Θεολόγον. Πάλιν ὁ ἡμέτερος Ἰωάννης, ὦ Ἐφέσιοι, μᾶλλον δὲ πάσης τῆς οἰκουμένης διδάσκαλος, τὴν πνευματικὴν σαγήνην ἐξήπλωσε, καὶ πάντας ἡμᾶς ἐκ διαφόρων τόπων συνήγαγεν, οὐχ ἵνα αὐτὸν στεφάνοις ῥόδων τιμήσωμεν, ἀλλ᾽ ἵνα αὐτὸν ἀγαθοῖς ἔργοις καὶ δικαίοις σεμνύνωμεν. Πάλιν τὰς πνευματικὰς αὐτοῦ πηγὰς ἐπεσπάσατο, οὐχ ἵνα ἀργοὺς διψῶντας ποτίσῃ, ἀλλ᾽ ἵνα λαοὺς κοπιῶντας στηρίξῃ· πάλιν εἰς τὸ ἱερὸν ἀναβέβηκεν ὁ δεύτερος μετὰ Πέτρον, οὐχ ἵνα ἕνα χωλὸν θεραπεύσας ἐξάλλεσθαι ποιήσῃ, ἀλλ᾽ ἵνα πάντας ἡμᾶς τῇ εὐσεβείᾳ ἐπιῤῥώσας, εἰς οὐρανοὺς τὸ πολίτευμα ἔχειν παρασκευάσῃ. Οὐκ ἔτι ἐπὶ τὸ κυριακὸν στῆθος ἀνάκειται, ἀλλ᾽ εἰς ἕνα ἕκαστον ἡμῶν ἀνακλίνας, ἅπαντας ἡμᾶς ἰσοτίμους δεξάμενος, κέρδος ἴδιον τῷ Θεῷ προσενέγκει, καὶ οὕτω κέκραγε λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Παιδία, ποῖα; Ἃ ἡ χάρις ἐβλάστησε, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀπέδειξεν. Ὅσους ποτὲ ἐσυλαγώγει ἡ Ἄρτεμις, τούτων πλείονας συνάγει ὁ ἀπόστολος.