Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον (λόγος β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η ανάσταση του ειδωλολάτρη ιερέα και η θεολογία του προαιώνιου Λόγου

Το θαύμα της ανάστασης του νεκρού ιερέα, η αναφορά στη στάση των Ιουδαίων απέναντι στον Χριστό και η ερμηνεία της άνωθεν προέλευσης της ιωάννειας θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ἄραντες γὰρ αὐτοῦ, φησὶ, τὸ σῶμα βαστάζοντες ἤνεγκαν, θέντες πρὸς τὴν θύραν τοῦ Ἰωάννου· καὶ ὃν οὐκ ἤθελε ζῶν θεωρῆσαι, τοῦτον ἀποθανὼν ἐπεζήτει, ζωὴν καὶ πίστιν αἰτούμενος. Οὕτω ποτὲ καὶ οἱ παμπόνηροι Ἰουδαῖοι ἐποίησαν· ζῶντα τὸν Χριστὸν ἀπηρνήσαντο, καὶ ἀποθανόντα Υἱὸν Θεοῦ ὡμολόγησαν· ἀπηρνήσαντο αὐτὸν ἐπὶ τοῦ τυφλοῦ εἰπόντες, Ἡμεῖς τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀνέβλεψεν ὁ τυφλὸς, καὶ ἐσκοτίσθη ὁ ἀσύνετος λαός. Υἱὸν Θεοῦ ὡμολόγησαν ἐπὶ τοῦ σταυροῦ, ὅτε κλίνας τὴν κεφαλὴν ἀφῆκε τὸ πνεῦμα, καὶ λόγχῃ τὴν ἀοίδιμον αὐτοῦ ἐξεκέντησαν πλευρὰν, καὶ ἐξῆλθε πλῆθος αἵματος καὶ ὕδατος· ἔκραζον δὲ μεγάλῃ τῇ φωνῇ Ἰουδαίων παῖδες, καὶ ἔλεγον, Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Ἰωάννης, ὁ ζῶν, ὁ κήρυξ τῆς θεογνωσίας, ὁ Πνεύματος ἁγίου χάριν λαβὼν, ὁ ῥήτωρ τῆς Ἐκκλησίας, ὁ φωστὴρ τῆς εὐσεβείας, ὁ ὀφθαλμὸς τῆς Ἀσίας, τὴν μὲν δαίμονα Ἄρτεμιν κατέστρεψε, τὸν δὲ Θεὸν Λόγον ἐν ὅλῳ τῷ κόσμῳ μεγαλοφώνως ἐκήρυξεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐρωτήσωμεν τὸν ἁλιέα τῶν ἰχθύων, καὶ συγγραφέα τῶν ἁγίων εὐαγγελίων, τίς αὐτὸν τοῦτο ἐδίδαξε; ποῖος πατὴρ τοῦτο συνεβούλευσεν ἀποφθέγξασθαι, εἰς ποίαν βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν;

Ἀλλ᾽ οὔτε τις ἐδίδαξεν αὐτὸν, οὔτε εἰς βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν· ἀλλ᾽ εἰς τὸ δεσποτικὸν στῆθος τοῦ Σωτῆρος ἀνέπεσε, καὶ εἰς τὸ βάθος τῆς σοφίας καὶ τῆς γνώσεως τὸν νοῦν φωτισθεὶς ἐβόησεν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί πλέον τῶν γεγραμμένων ἔχω εἰπεῖν; Ἤκουσας ὅτι Ἐν ἀρχῇ ἦν, τουτέστιν, ἐν Πατρὶ καὶ σὺν Πατρὶ, καὶ Θεὸς ἦν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως καὶ ἀπαθῶς γεγεννημένος πρὸ αἰώνων. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.