Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον μάρτυρα Ἰουλιανόν

Ἰωάννης ὁ Χρυσόστομος

Οι διωγμοί στην Κιλικία, τα βασανιστήρια και η χάρις των λειψάνων

Περιγραφή των ανακρίσεων και των σωματικών δοκιμασιών του αγίου, καθώς και η ανάδειξη της δύναμης των μαρτυρικών τραυμάτων έναντι των δαιμόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἐπειδὴ δὲ τὸ στάδιον ἀνέῳγε τῆς εὐσεβείας, καὶ πρὸς τοὺς ἄθλους αὐτὸν ὁ καιρὸς ἐκάλει, περιπίπτει χαλεπῷ θηρίῳ τῷ τότε δικάζοντι. Καὶ σκοπεῖτε τὴν μηχανήν. Ἰδὼν γὰρ αὐτοῦ τὸ φρόνημα στεῤῥὸν, καὶ ὡς οὐ δυνατὸν τῇ σφοδρότητι τῆς τιμωρίας ὑπεκλῦσαι τὸ εὔτονον τῆς προθυμίας, εἰς μελλήσεις αὐτὸν ἐμβάλλει καὶ ἀναβολὰς, εἰσάγων καὶ ἐξάγων συνεχῶς. Οὐ γὰρ ἐν μιᾷ ἡμέρᾳ ἀκούσας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν, ἵνα μὴ τὸ σύντομον τῆς τιμωρίας εὐκολώτερον αὐτῷ ποιήσῃ τὸν δρόμον, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν εἰσῆγεν, ἐξῆγεν, πεύσεις προσῆγε, βασάνους μυρίας ἠπείλει, λόγοις κολακευτικοῖς ἐδελέαζε, πᾶσαν ἐκίνει μηχανὴν τὸν ἄσειστον θεμέλιον ἐπιχειρῶν διασαλεύειν· καὶ περιῆγεν αὐτὸν ἐνιαυτὸν ὁλόκληρον πανταχοῦ τῆς Κιλικίας καταισχύνων, μᾶλλον δὲ, ὡς οὐκ ᾤετο, λαμπρότερον ἀποφαίνων· ὁ δὲ μάρτυς ἐβόα καὶ αὐτὸς συνῳδὰ τῷ Παύλῳ, Χάρις τῷ Θεῷ τῷ θριαμβεύοντι ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ. Καθάπερ γὰρ μύρον ἕως μὲν ἐν ἑνὶ τόπῳ κεῖται, ἐκεῖνον μόνον ἀναχρώννυσι τὸν ἀέρα τῆς εὐωδίας, ἐπειδὰν δὲ εἰς πολλὰ προενεχθῇ χωρία, πάντα ἐμπίπλησι τῆς οἰκείας ἀρετῆς· οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος συνέβαινε τότε.

Περιήγετο μὲν γὰρ ὡς μέλλων καταισχύνεσθαι, τὸ δὲ ἐναντίον ἐξέβαινε· λαμπρότερος ὁ ἀθλητὴς διὰ τῆς πομπῆς ἐκείνης ἐγίγνετο, καὶ πάντας τοὺς τὴν Κιλίκων χώραν οἰκοῦντας τῆς οἰκείας ἐποίει ζηλωτὰς ἀρετῆς. Περιήγετο πανταχοῦ, ἵνα μὴ μόνον ἐξ ἀκοῆς μάθωσι τὰ παλαίσματα, ἀλλὰ καὶ αὐτὸν βλέπωσι τὸν στεφανίτην οἱ θεαταί· καὶ ὅσῳ μακροτέρους αὐτῷ ἐποίει τοὺς διαύλους, τοσούτῳ λαμπρότεροι οἱ δρόμοι πάντες ἐγίγνοντο· ὅσῳ μείζονα ἐτίθει τὰ σκάμματα, τοσούτῳ θαυμαστότερα ἀπέφαινε τὰ παλαίσματα· ὅσῳ τὴν θλῖψιν ἐπέτεινεν εἰς χρόνου μῆκος, τοσούτῳ τὴν ὑπομονὴν αὐτοῦ δοκιμωτέραν εἰργάζετο. Καὶ γὰρ χρυσίον πλείονα χρόνον τῇ τοῦ πυρὸς ὁμιλοῦν φύσει, καθαρώτερον γίνεται· καθάπερ τότε καὶ ἡ τοῦ ἁγίου ψυχὴ βασανιζομένη τῷ χρόνῳ μᾶλλον ἀπέλαμπε, καὶ οὐδὲν ἕτερον, ἀλλ᾽ ἢ τρόπαιον καθ᾽ ἑαυτοῦ καὶ τοῦ διαβόλου, τὸν μάρτυρα περιέφερεν, ἔλεγχον τῆς τῶν Ἑλλήνων ὠμότητος, ἀπόδειξιν τῆς τῶν Χριστιανῶν εὐσεβείας, μέγιστον τεκμήριον τῆς τοῦ Χριστοῦ δυνάμεως, παραίνεσιν καὶ συμβουλὴν τοῖς πιστοῖς, ὥστε προθύμως τοῖς αὐτοῖς ἐγκαρτερεῖν ἀγῶσι, κήρυκα τῆς τοῦ Θεοῦ δόξης, διδάσκαλον τῆς τῶν τοιούτων παλαισμάτων ἐπιστήμης. Παρεκάλει γὰρ ἅπαντας πρὸς τὸν οἰκεῖον ζῆλον μεταναστῆναι, οὐχὶ διὰ τῆς φωνῆς μόνον συμβουλεύων, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων σάλπιγγος λαμπροτέραν ἀφιεὶς φωνήν.

Καὶ καθάπερ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐχὶ φωνὴν ἀφιέντες, ἀλλὰ τῇ λαμπρότητι τῆς ὄψεως τὸν θεατὴν πρὸς τὸ θαῦμα τοῦ δημιουργοῦ παραπέμποντες· οὕτω δὴ καὶ ὁ μάρτυς ἐκεῖνος διηγεῖτο τότε δόξαν Θεοῦ, οὐρανὸς ὢν καὶ αὐτὸς, καὶ πολὺ τοῦ φαινομένου τούτου φαιδρότερος. Οὐ γὰρ οὕτω τὸν οὐρανὸν λαμπρὸν ἀποφαίνουσιν οἱ τῶν ἄστρων χοροὶ, ὡς τὸ τοῦ μάρτυρος σῶμα λαμπρότερον ἀπέφηναν οἱ τῶν τραυμάτων ἰχῶρες. Καὶ ἵνα μάθητε ὅτι τὰ τραύματα τοῦ μάρτυρος τῶν ἐν οὐρανῷ πεπηγότων ἄστρων λαμπρότερα, σκοπεῖτε.

Πρὸς ἐκεῖνον μὲν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας καὶ ἄνθρωποι καὶ δαίμονες βλέπουσι, πρὸς δὲ τὰ τραύματα τούτου ἄνθρωποι μὲν βλέπουσιν οἱ πιστοὶ, δαίμονες δὲ ἀντιβλέψαι οὐ τολμῶσιν, ἀλλὰ κἂν ἐπιχειρήσωσιν ἰδεῖν, εὐθέως ἀποτυφλοῦνται τὰς ὄψεις, τὴν ἐκεῖθεν ἐκπηδῶσαν μαρμαρυγὴν οὐ δυνάμενοι φέρειν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν πάλαι συμβεβηκότων πιστώσομαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔτι καὶ νῦν γινομένων.

Λαβὼν γάρ τινα δαιμονῶντα καὶ μαινόμενον εἰσάγαγε πρὸς τὸν ἅγιον τάφον ἐκεῖνον, ἔνθα τοῦ μάρτυρος τὰ λείψανα, καὶ ὄψει πάντως ἀποπηδῶντα καὶ φεύγοντα. Καθάπερ γὰρ ἀνθράκων μέλλων ἐπιβαίνειν, οὕτως ἐξ αὐτῶν εὐθέως ἐξάλλεται τῶν προθύρων, οὐδὲ πρὸς τὴν θήκην αὐτὴν ἀντιβλέψαι τολμῶν. Εἰ δὲ νῦν μετὰ τοσοῦτον χρόνον, ὅτε κόνις ἐγένετο καὶ τέφρα, οὐ τολμῶσιν ἀναβλέψαι πρὸς τὸ μνῆμα, οὐδὲ πρὸς τὰ γυμνὰ ὀστᾶ τοῦ ἁγίου, εὔδηλον ὅτι καὶ τότε, ὅτε ἑώρων αὐτὸν αἵματι φοινισσόμενον πάντοθεν, τραύμασιν ἀποστίλβοντα μᾶλλον, ἢ τὸν ἥλιον ταῖς ἀκτῖσι, κατεπλάγησαν, καὶ πληγέντες τὰς ὄψεις ἀνεχώρησαν.

γʹ. Εἶδες πῶς τῶν οὐρανίων ἀστέρων τὰ τῶν μαρτύρων τραύματα φαιδρότερα καὶ θαυμαστότερα, καὶ μείζονα ἔχει τὴν ἰσχύν; Ἤγετο τοίνυν εἰς μέσον ὁ ἅγιος, καὶ πικραὶ πανταχόθεν περιειστήκεισαν κολάσεις, φόβος τῶν μελλόντων, πόνος τῶν παρόντων, ὀδύνη τῶν ἐπελθόντων, ἀγωνία τῶν προσδοκωμένων. Καθάπερ γάρ τινες θῆρες ἄγριοι οἱ δήμιοι περιστάντες αὐτοῦ τὸ σῶμα διώρυττον τὰς πλευρὰς, κατέξαινον τὰς σάρκας, ἀπεγύμνουν ὀστᾶ, πρὸς αὐτὰ τὰ εἴσω τῶν σπλάγχνων ἐβάδιζον. Ἀλλ᾽ ὅμως καὶ πάντα διερευνώμενοι τὸν θησαυρὸν τῆς πίστεως ἀποσυλῆσαι οὐκ ἴσχυσαν. Ἐπὶ μὲν οὖν τῶν ταμείων τῶν βασιλικῶν, ἔνθα χρυσίον ἀπόκειται καὶ πλοῦτος ἕτερος ἄφατος, ἂν τοὺς τοίχους διέλῃς μόνον, ἂν τὰς θύρας ἀνοίξῃς, εὐθέως ὁρᾷς τὸν θησαυρὸν προκείμενον· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁγίου καὶ χριστοφόρου τούτου ναοῦ τὸ ἐναντίον ἐγίγνετο. Διεῖλον τοὺς τοίχους οἱ δήμιοι, καὶ τὰ στέρνα ἀνέῤῥηξαν, καὶ τὸν πλοῦτον τὸν ἐναποκείμενον οὔτε ἔβλεπον, οὔτε λαβεῖν ἠδύναντο· ἀλλ᾽ ὅπερ ἔπασχον οἱ ἐν Σοδόμοις, παρ᾽ αὐτῇ μὲν τῇ θύρᾳ ἑστῶτες τῆς τοῦ Λὼτ οἰκίας, τὴν δὲ εἴσοδον οὐχ εὑρίσκοντες· οὕτω δὴ καὶ οὗτοι διηρεύνων πανταχόθεν τὸ σῶμα τοῦ μάρτυρος, ἐπιλαβέσθαι δὲ τοῦ θησαυροῦ, καὶ κενῶσαι τὸν πλοῦτον τῆς πίστεως οὐκ ἴσχυον.

Τοιαῦτα τῆς ψυχῆς τῶν ἁγίων τὰ κατορθώματα, ἀναφαίρετα καὶ ἀκαταγώνιστα, καθάπερ ἐν ἀσύλῳ τινὶ χωρίῳ τῇ τῆς ψυχῆς ἀνδρείᾳ ἐναποκείμενα, καὶ οὔτε τυράννων αὐτὰ βλέπουσιν ὀφθαλμοὶ, οὔτε δημίων ἁρπάσαι δύνανται χεῖρες, ἀλλὰ κἂν αὐτὴν διέλωσι τὴν καρδίαν, ἣ μάλιστα τῆς ψυχῆς τὴν ἀνδρείαν πεπίστευται, κἂν εἰς μικρὰ κατατέμωσι μέρη, οὐδὲ οὕτω κενοῦσι τὸν πλοῦτον, ἀλλὰ καὶ πλείω τοῦτον ἐργάζονται.

Τὸ δὲ αἴτιον Θεός ἐστιν ὁ ταῖς τοιαύταις ἐνοικῶν ψυχαῖς· τὸν δὲ Θεῷ πολεμοῦντα ἀμήχανον νικῆσαί ποτε, ἀλλ᾽ ἀνάγκη καταγελασθέντα καὶ αἰσχρῶς ἡττηθέντα ἀπελθεῖν. Διὰ τοῦτο καὶ τότε τὰ ἐναντία τῶν εἰωθότων ἐγίγνετο. Πανταχοῦ μὲν γὰρ τὰ πράγματα ῥημάτων κρατεῖ· τότε δὲ λόγοι πράξεων ἐκράτησαν· πῶς; Προσῆγον αὐτοὶ πῦρ καὶ σίδηρον καὶ βασάνους· προσῆγον κολάσεις, τιμωρίας, μάστιγας· διώρυττον πάντοθεν τὰς πλευρὰς, καὶ ὁ πάσχων ἀνάλωτος ἔμενεν· ἐκεῖνος ἐφθέγγετο μόνον, καὶ ψιλὴν ἠφίει φωνὴν, καὶ λόγος ἔργων ἐκράτησεν. Ἐξήλλετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο μεθ᾽ ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος. Ταύτης τοσοῦτον τὸ φῶς ἐστιν, ὅσον τὸ διάστημα ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν· μᾶλλον δὲ οὐδὲ τοῦτο ὅλον δύναται διαβῆναι, ὅταν ἢ στέγη, ἢ τοῖχος, ἢ νέφος, ἢ ἄλλο τι σῶμα μεταξὺ παρεμπέσῃ, ἀλλὰ ἀποφράττεται καὶ διατειχίζεται τοῖς τοιούτοις καλύμμασιν ἡ εἰς τὸ πρόσω φορά· ἡ δὲ τοῦ μάρτυρος φωνὴ ἐκπηδήσασα ἀπὸ τῆς ἁγίας γλώττης ἐκείνης ἀνεπήδησεν εἰς τὸν οὐρανόν. Παρῆλθε τὸν οὐρανὸν τοῦ οὐρανοῦ· εἶδον αὐτὴν ἄγγελοι, καὶ παρεχώρησαν, ἀρχάγγελοι, καὶ ὑπεξέστησαν· τὰ χερουβὶμ καὶ αἱ ἄλλαι δυνάμεις αὐτὴν ὡδήγησαν ἄνω, καὶ οὐ πρότερον ἀπέστησαν, ἕως οὗ πρὸς αὐτὸν ἤγαγον τὸν θρόνον τὸν βασιλικόν.