Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον μάρτυρα Ἰουλιανόν

Ἰωάννης ὁ Χρυσόστομος

Η καταδίκη, οι βιβλικοί παραλληλισμοί και η παραχώρηση του ιερού σώματος

Η μαρτυρική τελείωση μέσω της ρίψης σε σάκο με θηρία, ο παραλληλισμός με τους προφήτες και η σημασία της δωρεάς των λειψάνων στους πιστούς προς μίμηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Μετὰ δὲ τὴν φωνὴν ταύτην, ἐπειδὴ εἶδεν ὁ τότε δικάζων, ὅτι πάντα εἰκῆ καὶ μάτην μεμηχάνηται, καὶ πρὸς κέντρα λακτίζει, καὶ ἀδάμαντα παίει, τί ποιεῖ; Πρὸς τὴν ὡμολογημένην ἧτταν βαδίζει λοιπὸν, καὶ τοῦ παρόντος ὑπεξάγει τὸν μάρτυρα βίου· θάνατος γὰρ μαρτύρων τῶν μὲν ἀποκτιννύντων ἧττα σαφὴς, τῶν δὲ ἀναιρουμένων νίκη λαμπρά. Σὺ δέ μοι σκόπει πῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν ἐνδείξασθαι ὄντα κἀκείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν.

Τίς οὖν ὁ τρόπος τῆς τιμωρίας; Σάκκον κομίσας, καὶ ἐμπλήσας ἄμμου, καὶ σκορπίους, καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντας ἐμβαλὼν, ἐνέβαλε μετ᾽ ἐκείνων καὶ τὸν ἅγιον, καὶ ῥίπτει εἰς τὸ πέλαγος. Καὶ ἦν μετὰ θηρίων ὁ μάρτυς, καὶ συναπεκλείετο θηρίοις πάλιν δίκαιος ἄνθρωπος· πάλιν δὲ εἶπον, ἵνα ἀναμνήσθητέ μοι παλαιοῦ διηγήματος τοῦ κατὰ τὸν Δανιήλ.

Ἐκεῖνον μὲν εἰς λάκκον ἀπέκλεισαν, τοῦτον δὲ εἰς σάκκον ἐνέβαλον· ἐκεῖνοι λίθον ἐπέθηκαν τότε, οὗτος τὸν σάκκον ἔῤῥαψε, στενότερον ποιῶν τῷ δικαίῳ τὸ δεσμωτήριον. Ἀλλὰ πανταχοῦ αἰδοῦνται τὰ σώματα τῶν ἁγίων οἱ θῆρες, εἰς αἰσχύνην καὶ κατηγορίαν τῶν λόγῳ τετιμημένων, καὶ ἀνθρώπων μὲν εἶναι καταξιωθέντων, τὴν δὲ ἐκείνων ἀγριότητα τῇ τῆς οἰκείας ὑπερβολῇ θηριωδίας ἀποκρυπτόντων· οἷον εἰκὸς εἶναι καὶ τοῦτον τὸν τύραννον. Καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον, οὐκ ἔλαττον ἢ ἐπὶ τοῦ Δανιήλ.

Καθάπερ γὰρ ἐκεῖνον τότε μεθ᾽ ἡμέρας πολλὰς ἀπὸ τοῦ λάκκου τῶν λεόντων ἀναβάντα ἐθαύμασαν ἰδόντες οἱ Βαβυλώνιοι, οὕτω καὶ τὴν Ἰουλιανοῦ ψυχὴν ἀπὸ τοῦ σάκκου καὶ τῶν κυμάτων ἀναβαίνουσαν εἰς τὸν οὐρανὸν ἐθαύμασαν ὁρῶντες οἱ ἄγγελοι. Ὁ Δανιὴλ κατηγωνίσατο καὶ ἐνίκησε δύο λέοντας, ἀλλ᾽ αἰσθητούς· οὗτος κατηγωνίσατο καὶ ἐνίκησεν ἕνα λέοντα, ἀλλὰ νοητόν. Ὁ γὰρ ἐχθρὸς, φησὶν, ἡμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ· ἀλλ᾽ ἡττήθη τῇ ἀνδρείᾳ τοῦ μάρτυρος· ἀπέθετο γὰρ τὸν ἰὸν τῆς ἁμαρτίας· διόπερ οὐ κατέπιε τοῦτον· διὰ τοῦτο οὐκ ἔδεισεν οὔτε λέοντα, οὔτε τὸν θυμὸν τῶν θηρίων.

δʹ. Βούλεσθε καὶ ἄλλο τι εἴπω παλαιὸν διήγημα, ἔνθα δίκαιος καὶ θηρία, Ἀναμνήσθητε τοῦ κατακλυσμοῦ τοῦ ἐπὶ Νῶε καὶ τῆς κιβωτοῦ· καὶ γὰρ καὶ τότε δίκαιος ὁμοῦ καὶ θηρία· ἀλλ᾽ ὁ μὲν Νῶε εἰσῆλθεν ἄνθρωπος, καὶ ἐξῆλθεν ἄνθρωπος· Ἰουλιανὸς δὲ εἰσῆλθε μὲν ἄνθρωπος, ἐξῆλθε δὲ ἄγγελος· ἐκεῖνος εἰσῆλθεν ἀπὸ τῆς γῆς, καὶ ἐξῆλθεν εἰς τὴν γῆν πάλιν· οὗτος εἰσῆλθεν ἀπὸ τῆς γῆς εἰς σάκκον, καὶ ἀπὸ τοῦ σάκκου εἰς τὸν οὐρανὸν ἀπῄει. Ἔλαβεν αὐτὸν τὸ πέλαγος, οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ᾽ ἵνα στεφανώσῃ, καὶ μετὰ τὸν στέφανον ἀπέδωκεν ἡμῖν τὴν ἁγίαν ταύτην κιβωτὸν τὸ σῶμα τοῦ μάρτυρος· ταύτην κατέχομεν μέχρι τῆς παρούσης ἡμέρας μυρίων οὖσαν ἀγαθῶν θησαυρόν.

Καὶ γὰρ ἐμερίσατο ὁ Θεὸς πρὸς ἡμᾶς τοὺς μάρτυρας, τὰς ψυχὰς λαβὼν αὐτὸς, τὰ σώματά πως ἡμῖν ἔδωκεν, ἵνα ἔχωμεν ὑπόμνησιν ἀρετῆς διηνεκῶς τὰ ἅγια τούτων ὀστέα. Εἰ γὰρ ὅπλα τις ἀγωνιστοῦ βλέπων ᾑμαγμένα, ἀσπίδα, καὶ δόρυ, καὶ θώρακα, κἂν ἁπάντων νωθρότατος ᾖ, εὐθέως ἐξάλλεται, καὶ θερμότερος γίνεται, καὶ πρὸς τὸν πόλεμον ἐκπηδᾷ, ἀπὸ τῆς ὄψεως τῶν ὅπλων λαβὼν παράκλησιν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν· ἡμεῖς οὐχ ὅπλα ὁρῶντες, ἀλλ᾽ αὐτὸ τὸ σῶμα τοῦ ἁγίου τὸ καταξιωθὲν αἱμαχθῆναι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, κἂν ἁπάντων ὦμεν δειλότεροι, πῶς οὐ πολλὴν ἕξομεν προθυμίαν, ὥσπερ τινὸς πυρὸς τῆς ὄψεως ταύτης εἰς τὴν διάνοιαν ἡμῶν ἐμπιπτούσης, καὶ πρὸς τὸν αὐτὸν ἀγῶνα καλούσης ἡμᾶς; Διὰ τοῦτο παρακατέθετο ἡμῖν τὰ σώματα τῶν ἁγίων ὁ Θεὸς ἕως τοῦ καιροῦ τῆς ἀναστάσεως, ἵνα ἔχωμεν ὑπόθεσιν φιλοσοφίας μεγίστης.