Εἰ δὲ ἡμεῖς, ὑπὲρ ὧν οὐκ ἐσφάγησαν, συντρέχομεν, ὁ Χριστὸς, ὑπὲρ οὗ τὰς κεφαλὰς ἀπέθεντο, τί οὐ ποιήσει; εἰ οἷς μηδὲν ὤφειλε, τοσαῦτα ἔδωκεν ἀγαθὰ, τούτους, οἷς ὀφειλέτης ἐστὶ, πόσαις οὐκ ἀμείψεται δωρεαῖς; Οὐδὲν ὤφειλε πρὸ τούτου τῇ οἰκουμένῃ· Πάντες γὰρ ἥμαρτον, φησὶ Παῦλος, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· μᾶλλον δὲ ὤφειλε κόλασιν καὶ τιμωρίαν· ἀλλ᾽ ὅμως κόλασιν ἡμῖν ὀφείλων καὶ τιμωρίαν, ζωὴν αἰώνιον ἐχαρίσατο. Εἰ τοίνυν οἷς κόλασιν ὤφειλε, τούτοις βασιλείαν ἔδωκεν· οἷς ζωὴν αἰώνιον ὀφείλει, τί οὐ δώσει; καὶ πόσαις αὐτοὺς οὐ τιμήσει τιμαῖς; εἰ ὑπὲρ τῶν μισούντων αὐτὸν ἐσταυρώθη, καὶ τὸ αἷμα ἐξέχεεν, ὑπὲρ τῶν τὸ αἷμα ἐκχεάντων διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν, τί οὐκ ἐργάσεται; εἰ τοὺς ἀποστρεφομένους καὶ ἀποπηδῶντας οὕτως ἠγάπησεν, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτῶν, τοὺς ἀγαπήσαντας αὐτὸν μέτρῳ μεγίστῳ (Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ), πόσῃ δέξεται εὐνοίᾳ καὶ θεραπείᾳ; Οἱ μὲν οὖν ἀθληταὶ τῶν ἔξωθεν ἀγώνων ἐν τῷ αὐτῷ σκάμματι καὶ παλαίουσι, καὶ νικῶσι, καὶ ἀνακηρύττονται, καὶ στεφανοῦνται· οὗτοι δὲ οἱ ἀθληταὶ τῆς εὐσεβείας οὐχ οὕτως· ἀλλ᾽ ἐπάλαισαν μὲν ἐν τῷ παρόντι αἰῶνι, στεφανοῦνται δὲ ἐν ἐκείνῳ τῷ μέλλοντι· ἐπύκτευσαν ἐνταῦθα τῷ διαβόλῳ καὶ περιεγένοντο, ἀνακηρύττονται δὲ ἐκεῖ.