Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον μάρτυρα Βαρλαάμ

Ἰωάννης ὁ Χρυσόστομος

Το μαρτύριο του αγίου Βαρλαάμ και η υπερφυής υπομονή του

Περιγραφή της μεθοδείας του διαβόλου και της ιδιότυπης δοκιμασίας της χειρός του αγίου διά πυρός επί του βωμού. Αναλύεται η ακλόνητη προαίρεση του μάρτυρα και η θεία χάρις που τον ενίσχυσε έναντι των φυσικών αντανακλαστικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

βʹ. Ἀλλὰ γὰρ ἄνωθεν αὐτοῦ τὸ μαρτύριον διηγήσομαι ὥστε σαφεστέραν γενέσθαι τὴν ἱστορίαν· σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὴν κακουργίαν. Τῶν ἁγίων τοὺς μὲν ἤγαγεν ἐπὶ τήγανα, τοὺς δὲ εἰς λέβητας ἐνέβαλε τοῦ πυρὸς σφοδρότερον ζέοντας· καὶ τῶν μὲν τὰς πλευρὰς κατέξαινε, τοὺς δὲ εἰς πέλαγος κατεπόντισεν, ἄλλους θηρίοις παρέδωκεν, ἑτέρους εἰς κάμινον εἰσήγαγε, καὶ τῶν μὲν ἐξεμόχλευσε τὰ ἄρθρα, τῶν δὲ τὰς δορὰς ἔτι ζώντων ἀπέσυρεν, ἑτέρων τοῖς σώμασιν ᾑμαγμένοις ὑπέθηκεν ἄνθρακας, καὶ οἱ σπινθῆρες ἐπεπήδων τοῖς ἕλκεσι, θηρίου παντὸς δριμύτερον τὰ τραύματα δάκνοντες· ἄλλοις ἄλλας ἐπενόει χαλεπωτέρας τιμωρίας. Ἐπεὶ οὖν εἶδεν ἅπαντα ταῦτα καταγελασθέντα, καὶ τοὺς ταῦτα παθόντας μετὰ πολλῆς τῆς περιουσίας κρατήσαντας, καὶ τοῖς μετ᾽ αὐτοὺς ἐρχομένοις ἐπὶ τὰ αὐτὰ παλαίσματα μεγίστην τοῦ θαῤῥεῖν ὑπόθεσιν γενομένους, τί ποιεῖ;

Καινὸν ἐπινοεῖ τρόπον ἐπιβουλῆς, ἵνα τὸ ἀμελέτητον καὶ ἄηθες τῆς τιμωρίας καταβάλῃ τὸ φρόνημα τοῦ μάρτυρος. Τὸ μὲν γὰρ ἀκουσθὲν καὶ νοηθὲν, κἂν ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ μελετηθὲν εὐκαταφρόνητον γίνεται· τὸ δὲ ἀμελέτητον, κἂν κοῦφον ᾖ, πάντων ἐστὶν ἀφορητότερον. Ἔστω τοίνυν καινὸς ὁ ἀγὼν, ἔστω ξένον τὸ μηχάνημα, ἵνα τὸ καινὸν καὶ παράδοξον θορυβῆσαν τὸν ἀθλητὴν ὑποσκελίσῃ ῥᾳδίως. Τί οὖν ποιεῖ; Ἐξάγει τὸν ἅγιον ἀπὸ τοῦ δεσμωτηρίου δεδεμένον.

Καὶ γὰρ καὶ τοῦτο τῆς ἐκείνου κακουργίας ἦν, τὸ μὴ εὐθέως ἐκ προοιμίων χαλεπὰ προσαγαγεῖν τὰ μηχανήματα, μηδὲ τὰς φρικτὰς ἐπαγαγεῖν τιμωρίας, ἀλλ᾽ ἀπὸ τῶν ἐλαττόνων ἀκροβολίζεσθαι· τί δήποτε; Ἵνα ἂν μὲν ἡττηθῶσιν οἱ ἀγωνιζόμενοι, αἰσχρὰ αὐτῶν ἡ ἧττα γένηται, ὅτι μηδὲ πρὸς τὰ μικρὰ ἀντέστησαν· ἂν δὲ περιγένωνται καὶ νικήσωσιν, ἐν τοῖς ἐλάττοσι προκαταβληθείσης αὐτοῖς τῆς δυνάμεως εὐχείρωτοι γένωνται πρὸς τὰ μείζονα. Διὰ τοῦτο προσήγαγε τὰ ἐλάττονα πρότερον, ἵνα κἂν ἕλῃ, κἂν μὴ ἕλῃ, μὴ ἀποτύχῃ· ἂν μὲν γὰρ ἕλω, φησὶ, κατεγέλασα· ἂν δὲ μὴ ἕλω, ἀσθενεστέρους ἐποίησα πρὸς τὰ μέλλοντα. Ἐξάγει τοίνυν αὐτὸν ἀπὸ τοῦ δεσμωτηρίου· ὁ δὲ ἐξῄει καθάπερ ἀθλητὴς γενναῖος ἐν παλαίστρᾳ πολὺν γυμνασάμενος χρόνον· παλαίστρα γὰρ τῷ μάρτυρι τὸ δεσμωτήριον ἦν, κἀκεῖ κατ᾽ ἰδίαν τῷ Θεῷ διαλεγόμενος παρ᾽ ἐκείνου τὰ παλαίσματα ἐμάνθανεν ἅπαντα· ὅπου γὰρ δεσμὰ τοιαῦτα, ἐκεῖ καὶ ὁ Χριστὸς πάρεστιν.

Ἐξῄει τοίνυν ἰσχυρότερος γενόμενος τῇ μακροτέρᾳ τοῦ δεσμωτηρίου διατριβῇ· ἐξελθόντα δὲ αὐτὸν εἰς μέσον ἀγαγὼν ὁ διάβολος διὰ τῶν ὑπηρετουμένων αὐτοῦ τῇ παρανομίᾳ, οὐ προσέδησε τῷ ξύλῳ, οὐ περιέστησε δημίους· ἑώρα γὰρ αὐτὸν τούτων ἐπιθυμοῦντα, καὶ πάλαι αὐτὰ προμελετήσαντα· ἀλλὰ ξένον τι καὶ καινὸν, καὶ μηδέποτε ἐλπισθὲν μηχάνημα προσάγει τῷ πύργῳ, ῥᾳδίως ἐμποιεῖν δυνάμενον τὴν κατάπτωσιν· τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον ἐπὶ πάντων ὑποσκελίζειν μᾶλλον ἢ ὀδυνᾷν τοὺς ἁγίους.

Τί τοίνυν ἐστὶ τὸ μηχάνημα; Τὴν χεῖρα κελεύσαντες ὑπτίαν ἐκτεῖναι ὑπεράνω τοῦ βωμοῦ, ἐπέθηκαν ἄνθρακας καὶ λιβανωτὸν τῇ χειρὶ, ἵνα ἐὰν ἀλγήσῃ, καὶ περιτρέψῃ τὴν χεῖρα, θυσίαν αὐτῷ καὶ παράβασιν τὸ πρᾶγμα λογίσωνται. Εἶδες πῶς κακοῦργος ὁ διάβολος, Ἀλλ᾽ ὅρα πῶς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ἄκυρα ἐποίησεν αὐτοῦ τὰ μηχανήματα, καὶ τὸ τῆς ἐπιβουλῆς ἐπιτεταμένον καὶ τὸ τῆς κακουργίας ποικίλον προσθήκην καὶ πλεονασμὸν πλείονος δόξης παρεσκεύασε γενέσθαι τῷ μάρτυρι. Ὅταν γὰρ μυρία κακουργήσας ὁ ἀνταγωνιστὴς, εἶτα ἡττηθεὶς ἀπέλθῃ, τότε λαμπρότερος γίνεται τῆς εὐσεβείας ὁ ἀθλητής· ὅπερ καὶ ἐνταῦθα συνέβαινεν. Ἔμενε γὰρ ὁ μακάριος Βαρλαὰμ ἀκλινῆ καὶ ἀπερίτρεπτον τηρῶν τὴν χεῖρα, καθάπερ ἀπὸ σιδήρου συγκειμένην ἔχων· καίτοι εἰ παρετράπη ἡ χεὶρ, οὐδ᾽ οὕτως ἦν ἔγκλημα τοῦ μάρτυρος.

γʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε πάντες, ἵνα μάθητε, ὅτι εἰ καὶ περιετράπη ἡ δεξιὰ, οὐκ ἦν ἧττα τὸ γενόμενον· τί δήποτε; Ὅτι καθάπερ ἐπὶ τῶν τὰς πλευρὰς καταξαινομένων ἢ καὶ ἑτέρως πως βασανιζομένων κρίνομεν, οὕτω καὶ ἐνταῦθα δικάζειν χρή. Ἂν μὲν γὰρ ἐνδῶσι καὶ θύσωσι, τὸ ἔγκλημα τῆς ἀσθενείας αὐτῶν γίνεται, ὅτι τὰς ὀδύνας οὐκ ἐνεγκόντες ἔθυσαν· ἂν δὲ ἐγκαρτερήσαντες ταῖς βασάνοις ἀλγήσωσι μὲν ἐφ᾽ οἷς πάσχωσι, μὴ προδῶσι δὲ τὴν εὐσέβειαν, οὐδεὶς αὐτοὺς ὑπὲρ τῶν ἀλγηδόνων αἰτιᾶται τούτων, ἀλλὰ διὰ τοῦτο μειζόνως αὐτοὺς ἀποδεχόμεθα, καὶ θαυμάζομεν, ὅτι καὶ ὀδυνηθέντες ὑπέμειναν, καὶ οὐκ ἠρνήσαντο. Καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν οὐκ ἐνεγκὼν ὁ μακάριος Βαρλαὰμ τὸ καίεσθαι ὑπέσχετο θύειν, ἡττήθη· εἰ δὲ αὐτοῦ μὴ ἐνδιδόντος περιετράπη ἡ χεὶρ, οὐκ ἔστιν ἔγκλημα τοῦτο τῆς γνώμης τοῦ μάρτυρος· οὐ γὰρ τῆς προαιρέσεως ἀσθενούσης, ἀλλὰ τῆς τῶν νεύρων φύσεως κατὰ τὸν ἴδιον τόνον, καὶ ἄκοντος τῆς χειρὸς τοῦ ἁγίου καμπτομένης, ὑπὸ τοῦ πυρὸς τοῦτο συνέβαινεν.

Ὥσπερ γὰρ τοῖς ξαινομένοις τὰς πλευρὰς οὐκ ἐγκαλοῦμεν, ὅτι διασχίζεται αὐτῶν ἡ σάρξ· μᾶλλον δὲ ἵνα ἐγγύτερον ἀγάγω τὸ παράδειγμα· ὥσπερ τοῖς πυρέττουσι καὶ σπωμένοις οὐδεὶς ἂν μέμφοιτο καμπτομένων αὐτοῖς τῶν χειρῶν· οὐ γὰρ τῆς ἐκείνων βλακείας ἐστὶ τὸ γινόμενον, ἀλλὰ τῆς φλογὸς τοῦ νοσήματος τὴν νοτίδα ἀναλισκούσης καὶ συνελκούσης παρὰ φύσιν λοιπὸν τῶν νεύρων τὴν ἀκολουθίαν· οὕτως οὐδὲ τὸν ἅγιον τοῦτον ἄν τις ἐμέμψατο τῆς χειρὸς περιτραπείσης. Εἰ γὰρ πυρετὸς καὶ ἄκοντος τοῦ κάμνοντος συνέλκειν τὰ μέλη πέφυκε καὶ διαστρέφειν, πολλῷ μᾶλλον ἄνθρακες ἐπικείμενοι δεξιᾷ, καὶ μὴ ἐνδόντος τοῦ μάρτυρος τοῦτο ἂν εἰργάσαντο. Ἀλλ᾽ ὅμως οὐκ εἰργάσαντο, ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι Θεοῦ χάρις ἦν ἡ συμπαροῦσα καὶ ἀλείφουσα τὸν ἀθλητὴν, καὶ τὸ τῆς φύσεως ἐλάττωμα διορθουμένη· οὔτε αὐτὴ τὰ ἑαυτῆς ἔπαθε κατὰ τοῦτο, ἀλλ᾽ ὡς ἐξ ἀδάμαντος πεπηγυῖα ἡ χεὶρ ἐκείνη, οὕτως ἀπερίτρεπτος ἔμενεν. Τίς τότε ὁρῶν οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἔφριξε; Διέκυπτον ἄνωθεν ἄγγελοι, ἐθεώρουν ἀρχάγγελοι· λαμπρὸν ἦν τὸ θέατρον, καὶ ὑπερβαῖνον ὄντως τὴν ἀνθρωπίνην φύσιν. Τίς γὰρ οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν ἄνθρωπον ἀγωνιζόμενον, καὶ οὐ πάσχοντα τὰ τῶν ἀνθρώπων; τὸν αὐτὸν θυσιαστήριον, καὶ ἱερεῖον, καὶ ἱερέα γινόμενον;

Διὸ καὶ διπλοῦς ὁ καπνὸς ἀνῄει, ὁ μὲν τοῦ λιβανωτοῦ ἁπτομένου, ὁ δὲ τῆς σαρκὸς τηκομένης· καὶ ἦν ὁ καπνὸς οὗτος ἐκείνου προσηνέστερος, αὕτη δὲ ἡ εὐωδία ἐκείνης βελτίων.

Καὶ ταυτὸ συνέβαινεν ὅπερ καὶ ἐπὶ τῆς βάτου· καθάπερ γὰρ ἐκείνη ἡ βάτος ἐκαίετο, καὶ οὐ κατεκαίετο, οὕτω καὶ ἐνταῦθα ἐκαίετο μὲν ἡ δεξιὰ, οὐ κατεφλέγετο δὲ ἡ ψυχή· ἐδαπανᾶτο τὸ σῶμα, καὶ οὐκ ἀνηλοῦτο ἡ πίστις· ἀπηγόρευεν ἡ σὰρξ, καὶ οὐκ ἀπηγόρευεν ἡ προθυμία· καὶ οἱ μὲν ἄνθρακες τὸ μέσον τῆς χειρὸς διατρήσαντες ἐξέπιπτον κάτω, ἡ δὲ ἀνδρεία τῆς ψυχῆς οὐ διέπιπτεν· ἀλλ᾽ ἡ μὲν χεὶρ ἀνήλωτο καὶ ἐῤῥύη· σὰρξ γὰρ ἦν, καὶ οὐκ ἀδάμας· ἡ δὲ ψυχὴ ἑτέραν ἐπεζήτει χεῖρα πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν καρτερίαν ἐπιδείξασθαι. Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου Βαρλαὰμ τὴν χεῖρα ἀναλώσασα ἐν τῷ κατακόπτειν τὰς φάλαγγας τῶν δαιμόνων, ἑτέραν ἐπεζήτει δεξιὰν πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν προθυμίαν ἐπιδείξασθαι.

Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι μίαν ἐξέδωκε χεῖρα μόνον· ἀλλὰ τοῦτο πρὸ ἐκείνου ἐννόει, ὅτι ὁ τὴν χεῖρα προδοὺς, οὗτος καὶ τὴν κεφαλὴν ἐξέδωκεν ἂν, καὶ τὰς πλευρὰς προὔθηκε, καὶ πυρὶ, καὶ θηρίοις, καὶ πελάγει, καὶ κρημνῷ, καὶ σταυρῷ, καὶ τροχῷ, καὶ πρὸς πάσας τὰς ἀκουσθείσας ποτὲ τιμωρίας παρετάξατο, καὶ πάντα ἔπαθεν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ πρὸς ὡρισμένας κολάσεις ἀπαντῶσιν οἱ μάρτυρες, ἀλλὰ πρὸς ἀορίστους ἀποδύονται τιμωρίας· οὐ γάρ εἰσι κύριοι τῆς γνώμης τῶν τυράννων, οὐδὲ ὅρους αὐτοῖς καὶ μέτρα τιμωριῶν τιθέασιν· ἀλλ᾽ ὅσα ἂν αὐτοὺς ἡ ἀπάνθρωπος καὶ θηριώδης ἐκείνων γνώμη διαθεῖναι ἐπιθυμήσῃ κακὰ, τοσαῦτα εἰσέρχονται πεισόμενοι· πλὴν ἂν μὴ μεταξὺ τὸ σῶμα ἀπαγορεῦσαν ἀπλήρωτον ἐν τῷ μέσῳ καταλίπῃ τὴν τῶν τυράννων ἐπιθυμίαν. Ἐμαραίνετο τοίνυν ἡ σὰρξ, καὶ ἡ προαίρεσις προθυμοτέρα ἐγίνετο, αὐτοὺς τοὺς ἄνθρακας παρερχομένη τῇ λαμπρότητι, καὶ μᾶλλον αὐτῶν ἀποστίλβουσα· πνευματικὸν γὰρ ἔνδον ἀνεκαίετο πῦρ πολὺ τοῦ πυρὸς τούτου φλογωδέστερον. Διὰ τοῦτο ἐκεῖνος τῆς ἔξωθεν οὐκ ᾐσθάνετο φλογὸς, ἐπειδὴ τὸ ἔνδον αὐτὸν ἔκαιε πῦρ τὸ διάπυρον καὶ διακαὲς τῆς ἀγάπης τοῦ Χριστοῦ.