Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Μελέτιον Ἀντιοχείας

Ἰωάννης ὁ Χρυσόστομος

Η παρηγορία του πένθους, η διαχρονική τιμή και η καταληκτήρια δοξολογία

Η ανακούφιση της θλίψης της Εκκλησίας μέσω της ανάδειξης άξιου διαδόχου, η διαχρονική αγάπη των πιστών προς τον μακάριο Μελέτιο και η τελική προσευχή του ιερού χρυσοστόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ὁ γὰρ φιλάνθρωπος Θεὸς κατελεήσας ἡμᾶς τῆς ὀδύνης, ταχέως ἡμῖν ἕτερον ποιμένα ἀνέδειξε, μετὰ πολλῆς ἀκριβείας τοὺς ἐκείνου διατηροῦντα χαρακτῆρας, καὶ τὴν εἰκόνα τῆς ἀρετῆς διασώζοντα πάσης· ὃς καὶ ἐπὶ τὸν θρόνον ἀναβὰς, εὐθέως τὴν πενθήρη στολὴν ἡμᾶς ἀπέδυσε, καὶ τὴν ὀδύνην ἔσβεσε, τὴν δὲ τοῦ μακαρίου μνήμην ἀνενέωσε μᾶλλον. Καὶ τὸ μὲν ἄλγος ἐμαραίνετο, ὁ δὲ ἔρως σφοδρότερον ἀνήπτετο, καὶ ἡ ἀθυμία τέλεον ἀνῃρεῖτο· καίτοι γε ἐν ταῖς ἀποβολαῖς τῶν φιλτάτων οὐχ οὕτω συμβαίνειν εἴωθεν· ἀλλ᾽ ὅταν τις υἱὸν ποθεινὸν, ἢ καὶ ἄνδρα αἰδέσιμον ἀποβάλῃ γυνὴ, ἕως μὲν ἂν αὐτοῦ διατηρῇ τὴν μνήμην ζέουσαν, καὶ τὸ πένθος σφοδρότερον ἐντρέφεται τῇ ψυχῇ· ὅταν δὲ χρόνος ἐπεισελθὼν καταμαλάξῃ τὸ πένθος, συναπεσβέσθη τῇ σφοδρότητι τῆς ὀδύνης καὶ τὸ τῆς μνήμης ἀκμάζον· ἐπὶ δὲ τοῦ μακαρίου τούτου τοὐναντίον ἐγίγνετο· ἡ μὲν ἀθυμία παντελῶς ἐξεβάλλετο, ἡ δὲ μνήμη οὐ συναπῄει τῇ λύπῃ, ἀλλὰ σφοδρότερον ηὔξετο. Καὶ μάρτυρες ὑμεῖς οἱ μετὰ τοσοῦτον χρόνον καθάπερ μέλισσαι κηρίῳ περιιπτάμενοι τῷ σώματι τοῦ μακαρίου Μελετίου· τὸ δὲ αἴτιον οὐ φύσεως ἦν τὸ πρὸς ἐκεῖνον φίλτρον, ἀλλὰ κρίσεως ὀρθῆς λογισμός. Διὰ τοῦτο οὐκ ἐσβέσθη θανάτῳ, οὐκ ἠμαυρώθη χρόνῳ· ἀλλ᾽ αὔξεται, καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσιν· οὐχὶ τῶν ἑωρακότων μόνον ὑμῶν αὐτὸν, ἀλλὰ καὶ τῶν οὐκ εἰδότων.

Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ὅσοι νεώτεροι τῆς ἐκείνου ζωῆς γεγόνασι, καὶ οὗτοι αὐτοὶ πρὸς τὸν αὐτὸν ἐκκαίονται πόθον. Ὑμεῖς μὲν οὖν οἱ πρεσβῦται πλεονεκτεῖτε τῶν οὐχ ἑωρακότων αὐτὸν αὐτὸ δὴ τοῦτο τὸ συγγενέσθαι, καὶ τῆς ἁγίας ἀπολαῦσαι συνουσίας· οἱ δὲ οὐχ ἑωρακότες πλεονεκτοῦσιν ὑμῶν, ὅτι μὴ τεθεαμένοι τὸν ἄνδρα, ὑμῶν τῶν ἑωρακότων οὐκ ἐλάττονα περὶ αὐτὸν ἐπιδείκνυνται πόθον. Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες (καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον), αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.