Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον

Ἰωάννης ὁ Χρυσόστομος

Η παλαιοδιαθηκική τυπολογία του Βενιαμίν και η αναπλήρωση των θλίψεων του Χριστού

Παραλληλισμός του Αποστόλου με τον έσχατο αδελφό του Ιωσήφ ως προς την πολλαπλάσια τιμή και επεξήγηση της συμμετοχής του στα παθήματα υπέρ της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Εἰ θέλεις, καὶ ἄλλην τοιαύτην ἑτέραν ἀπόδειξιν ἄκουε, “Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ, καὶ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξῃ τὴν πολλὴν μαρκοθυμίαν„. Πῶς τούτῳ ἐνεδείξατο, ἔσχατον αὐτῷ ὀφθείς, εἰ κατὰ χρόνους οὐ πρῶτον; πρὸ γὰρ αὐτοῦ τοῖς μαθηταῖς, πρὸ τῶν μαθητῶν τοῖς προφήταις, μετὰ δὲ τούτους πάλιν τοῖς ἐν τῷ κόσμῳ πρὸ ἐκείνων. Πρῶτον οὖν πῶς τούτῳ, εἰ μὴ διὰ τὸ πρῶτον τῇ τιμῇ; Ὣς οὖν Ἰωάννης ἔσχατος μὲν τῷ χρόνῳ τῶν προφητῶν, μείζων δὲ τῇ τιμῇ, ὡσαύτως καὶ ὁ Ἀπόστολος ἔσχατος μὲν τῶν ἀποστόλων τῷ χρόνῳ, πρῶτος δὲ τῇ τιμῇ πάντων τῶν ἁγίων. Εἰ δὲ οὐ πείθῃ τῇ ἀληθείᾳ, πείσθητι κἀν τῷ τύπῳ τῷ προτυπωθέντι περὶ αὐτοῦ ἐπὶ τῇ ἀναγνωρίσει τῶν ἀδελφῶν τοῦ Ἰωσήφ, πῶς ἕκαστον τῶν ἀδελφῶν κατὰ τὰ πρεσβεῖα ἀνέκλινεν ὁ Ἰωσήφ, ἔσχατον δὲ πάντων τὸν ἐσχατογενῆ Βενιαμίν. Ἐπενταπλασίασε δὲ αὐτοῦ τὴν μερίδα ὡς πρὸς τῇ μερίδι τῶν ἀδελφῶν, ὅπερ τύπος ἐστὶ τοῦ μέλλοντος, ὁ μὲν Ἰωσὴφ τοῦ Κυρίου, οἱ δὲ λοιποὶ ἀδελφοὶ τῶν μαθητῶν· ὁ δὲ Βενιαμὶν τοῦ Ἀποστόλου, καθὼς ἑαυτῷ μαρτύρεται λέγων· “Ἐκ φυλῆς Βενιαμίν„, καὶ ἐκεῖ Βενιαμὶν νεώτερον ἐν ἐκστάσει· τὸ μὲν νεώτερον διὰ τὸ ἔσχατον, ἐν ἐκστάσει δὲ διὰ τὴν ἐν τῇ ὁδῷ ὀπτασίαν. Ἐξέστη δὲ καὶ τῶν νομικῶν, ἐξέστη δὲ καὶ τῶν οὐρανίων, ἐξέστη καὶ τῶν σωματικῶν· πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ.

Πείσθητι οὖν, ὅτι οὗτος ὁ νεώτερος, ὁ ἐσχατογενής, ὁ ἔσχατος τῶν μαθητῶν, τὸ ἔκτρωμα παρὰ πάντας, τὸ περικάθαρμα τοῦ κόσμου παντός, πενταπλασίως τιμηθήσεται παρὰ τοῦ Κυρίου, ὡς παρὰ τοῦ Ἰωσὴφ ὁ Βενιαμίν, ὁ μὴ συμπαρὼν ἐν τῇ πράσει τοῦ ἀδελφοῦ, ὁ μὴ συγκατατιθέμενος τοῖς ἀδελφοῖς, ὁ πάντοτε παραμείνας τῷ ἑαυτοῦ πατρὶ καὶ εἰς μηδὲν λυπήσας· ὡσαύτως δὲ καὶ οὗτος οὐ κατὰ χάριν τιμηθήσεται, ἀλλὰ κατὰ τὸ ὀφείλημα, ὡς περισσότερον πάντων κεκοπιακώς, ὡς ἀεὶ παραμείνας τῷ Θεῷ καὶ Πατρί, ὡς μὴ συμπαρὼν ἐπὶ τῇ τοῦ Ἰούδα προδοσίᾳ· ἐγένετο γὰρ ἐν νόμῳ ἄμεμπτος καὶ ἐν ἀποστόλοις ἀσύγκριτος· “Τὰ ὑστερήματα γὰρ τῶν θλίψεων τοῦ Χριστοῦ ἀνταναπληρῶ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος„, κατὰ τό· “Ὁ θέλων ἐν ὑμῖν„. Ὁρᾷς οἷα φθέγγεται, οἷα προσμαρτυρεῖ ἑαυτῷ; πῶς εἰς ὅσας θλίψεις ὑστέρησε μὴ φθάσας ὁ Χριστός, αὐτὸς ἀνεπλήρωσε λέγων· “Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ„; θέλει εἰπεῖν· πλήρωμα Χριστὸς νόμου, πλήρωμα θλίψεων ἐγώ· ἀληθῶς ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θλίψεσιν ὑπερεχόντως, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν, καὶ ἅπερ αὐτὸς ἀπηριθμήσατο λέγων, χωρὶς τῶν παρεκτός. Τίς δὲ τολμᾷ εἰπεῖν;