Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Πολύκαρπον

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Το ποιμαντικό αξίωμα και η πνευματική θεμελίωση

Το προοίμιο εξαίρει τη σημασία των ποιμένων της Εκκλησίας και αναλύει τη θεμελίωση του μάρτυρος στον Χριστό ως ακρογωνιαίο λίθο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ἅγΙΟΝ ΙερΟΜ(ΑΡΤΥΡΑ) ΠΟΛΥΚΑρπον. εΥλόγησον. Χαιρέτω καὶ σήμερον, ἀγαπητοί, μᾶλλον δὲ δι’ αἰῶνος χαιρέτω τῶν ἁπανταχοῦ τῆς ἐκκλησίας ποιμένων τὸ ἱεροπρεπὲς ἐν Χριστῷ ἀξίωμα. τοῦτο Παῦλος τοῖς Φιλιππησίων ἐπισκόποις σὺν πρεσβυτέροις καὶ διακόνοις ἐπευχόμενος ἔλεγεν Χαίρετε ἐν κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. χαιρέτω καὶ πάσης τῆς ἐκκλησιαστικῆς καθέδρας ὁ στέφανος τοῖς μαρτύρων στεφάνοις. [XX fere linearum paucae litterae leguntur]. μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ διὰ Ἡσαΐου λέγοντος Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. [IX lineae evanuerunt]. ᾠκοδόμησαν τὴν ἐπουράνιον Σιών, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεὸς κατὰ τὸν Παῦλον. διαρρήδην αὐτοὺς ἐγκωμιάζει ἐν πνεύματι ἁγίῳ. (ἐπὶ) τούτῳ πάλιν ὁ Παῦλος μαρτυρεῖ λέγων Ὑμεῖς ναὸς τοῦ θεοῦ ἐστε, καὶ τὸ πνεῦμα αὐτοῦ οἰκεῖ ἐν ὑμῖν.

Τούτῳ τῷ λίθῳ καὶ ὁ μακάριος σήμερον Πολύκαρπος ἑαυτὸν ἐπῳκοδόμησεν, πειθόμενος τῷ αὐτῷ λέγοντι Οἰκοδομὴ θεοῦ ἐστε, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος αὐτοῦ ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ. τούτοις ἑαυτὸν ἐποικοδομήσας τοῖς ἁγίοις τὸν τῆς ἀφθαρσίας στέφανον ἀπέλαβεν δραμὼν οὐκ ἀδήλως, ἀλλ’ ὑπωπιάσας τὸ σῶμα καὶ δουλαγωγήσας. οὗτος τοῖς μετ’ αὐτὸν ἐρχομένοις ἐπὶ τὸ μαρτύριον δι’ αἰῶνος κάλλιστον κατέλιπεν μνημόσυνον· αἰώνιον γὰρ μένει ὁ δίκαιος. καὶ πᾶς ὁ τῆς πανηγύρεως ὅμιλος ἡσθεὶς θέλει μαθεῖν, πῶς οὐκ ἐφοβήθη τὴν ματαίαν καὶ πονηρὰν ἀκωκὴν τοῦ διαβόλου, πάνυ μετὰ ἀκριβείας.