Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ῥωμανὸν τὸν μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Η εκτομή της γλώσσας και η θεολογία του Αγίου Πνεύματος

Η αφαίρεση της γλώσσας του μάρτυρα ως λογική προσφορά, η θαυμαστή ομιλία του δια της χάριτος του Παρακλήτου και η θεολογική αναίρεση των Πνευματομάχων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Τίς τρόπον κρίσεως τοιοῦτον ἀκήκοε; μαστίζουσι δικασταὶ καταδίκους, ἃ συνίσασιν ἑαυτοῖς, ὁμολογεῖν ἀναγκάζοντες, ἐκτέμνει δὲ τὴν γλῶσσαν ὁ τῆς ἀσεβείας κριτὴς, ἃ σύνοιδεν ἑαυτῷ σιγᾷν βιαζόμενος. Ὢ δεινοῦ κακοτεχνίας εὑρήματος. Φρονοῦσαν, φησὶ, τὰ τοῦ Χριστοῦ τὴν ψυχὴν οὐκ ἐξέστησα, κἂν τὴν λαλοῦσαν ὑπὲρ Χριστοῦ διακόψω γλῶτταν. Ἔκκοψον, ὦ τύραννε, γλῶσσαν, ἵνα μάθῃς τὴν φύσιν καὶ ἄγλωσσον ὑπὲρ Χριστοῦ ῥητορεύουσαν· ἐκκόλαψον τὴν γλῶσσαν τοῦ στόματος, ἵνα μάθῃς ἀληθῆ τὸν τὰ χαρίσματα τῶν γλωσσῶν ὑποσχόμενον. Τὸ μὲν γὰρ τῆς γλώσσης ἐξέκοψεν ὄργανον, ὁ λόγος δὲ ἐξώρμα σφοδρότερον, ὥσπερ ἐμποδίου τινὸς ἀπηλλαγμένος τῆς γλώττης· θέαμα καινὸν καὶ παράδοξον· σάρκινος σαρκίνοις ἀσάρκως φθεγγόμενος. Πρέπον ἄρα τῷ μάρτυρι τοῦ προφήτου τὸ μέλος· Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· ἐπλήσθη τὸ στόμα χαρᾶς, καινὸν θῦμα τῷ Χριστῷ προσκομίσαν τὴν γλῶσσαν· ἔσχεν ἡ γλῶσσα πολλὴν ἀγαλλίασιν, πρόδρομος μάρτυς ὀφθεῖσα τοῦ μάρτυρος. Ὢ γλώσσης πρὸς τοὺς τῶν μαρτύρων δήμους τὴν ψυχὴν προλαβούσης· ὢ στόματος κρυπτόμενον γεννήσαντος μάρτυρα· ὢ γλώσσης θυσιαστήριον κτησαμένης τὸ στόμα· ὢ στόματος ἱερεῖον κτησαμένου τὴν γλῶσσαν· ναὸν ἔχων ἐλελήθεις, ὦ γενναῖε, τὸ στόμα, ναὸν ἐν ᾧ τὴν σύναιμον γλῶσσαν παράδοξον ἀμνάδα κατέθυσας.

βʹ. Τίς ἄρα σου τὰς ἀρετὰς ἀξίως στεφανώσειε ῥήτωρ; Ἔλαβες παρὰ τῆς φύσεως γλῶσσαν, σὺ δὲ αὐτὴν ἐξέθρεψας μάρτυρα· ἔλαβες στόμα φυλακτήριον γλώσσης, σὺ δὲ τῇ γλώσσῃ τὸ στόμα βωμὸν κατεσκεύασας· ἔλαβες εἰς τὸ φθέγγεσθαι πλῆκτρον, σὺ δὲ αὐτὸ τεμνόμενον ἄσταχυν ἀνέδειξας· ἔλαβες γλῶσσαν ῥημάτων διάκονον, σὺ δὲ αὐτὴν ἄμωμον τῷ Χριστῷ κατέθυσας πρόβατον. Τίνι σου τὴν γλῶσσαν πρεπούσῃ προσηγορίᾳ τιμήσω; ποίῳ σου κοσμήσω τὴν γλῶσσαν ὀνόματι; Προσῆγον ταύτῃ τὸν σίδηρον δήμιοι, ἡ δὲ κατὰ τὸν δεδεμένον Ἰσαὰκ οὐκ ἐσκίρτα, ἀλλ᾽ ὡς ἐν βωμῷ κειμένη τῷ στόματι τὴν πληγὴν σὺν ἡδονῇ προσεδέχετο, διδάσκουσα τῶν ἀνθρώπων τὰς γλώσσας, ὡς οὐ φθέγγεσθαι μόνον διὰ Χριστὸν, ἀλλὰ καὶ σφάττεσθαι δεῖ. Τῆς τοῦ πατριάρχου θυσίας ἥρπασας, γενναῖε, τὸ φιλότιμον, μονογενὲς βλάστημα γλώττης ἀντὶ τέκνου μονογενοῦς προσκομίσας. Καλῶς ἄρα σοι δευτέραν ὁ Χριστὸς ἀντεφύτευσε γλῶσσαν· εὗρε γὰρ ἀγαθόν σε τῆς προτέρας γεωργόν· καλῶς σοι τὴν ἄσαρκον ἐχαρίσατο γλῶσσαν· ἀγγελικῷ γὰρ οὐκ ἔπρεπε φρονήματι σάρκινος· καλῶς σοι τὴν τῆς γλώσσης ἀντιμισθίαν ἀπέδωκεν. Ἔχρησάς σου τῷ Δεσπότῃ πρὸς θυσίαν τὴν γλῶσσαν, ὁ δὲ αὐτῇ πρὸς ῥητορείαν φωνὴν ἀντεδάνεισε· καὶ γέγονε τῆς γλώσσης καὶ τοῦ Χριστοῦ πρὸς ἀλλήλους συνάλλαγμα, τῆς μὲν γλώσσης ὑπὲρ Χριστοῦ τεμνομένης, τοῦ Χριστοῦ δὲ ὑπὲρ τῆς γλώσσης λαλοῦντος.

Ποῦ νῦν ἡμῖν Μακεδόνιος, ὁ τῷ δεδωκότι τὸ χάρισμα τῶν γλωσσῶν Παρακλήτῳ μαχόμενος; Ὅτι δὲ οὐ ψεύδομαι τῇ τοῦ Παρακλήτου θεότητι τὰς τῶν χαρισμάτων δωρεὰς περιάπτων, μάρτυς ἡμῖν ὁ μακάριος Παῦλος ὁ νῦν πρὸς τὴν ὑμετέραν φιληκοΐαν βοῶν· Πάντα ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καθὼς βούλεται, φησὶν, οὐ καθὼς ἐπιτάττεται. Ἀλλ᾽ ἵνα μή τινας πρὸς τούτοις ἐπιθέντες προσθήκας τῷ πλήθει τὴν ὑμετέραν καταχώσωμεν μνήμην, ταύτην οὖσαν ἰσχυρὰν τὴν φωνὴν ὑπὲρ τοῦ Παρακλήτου μεμνημένοι οὕτως ἐντεῦθεν ἐξέλθωμεν, μεγάλα μὲν κατ᾽ ἐκείνων φρονοῦντες, συγγινώσκοντες δὲ τέως αὐτοῖς πλανωμένοις, καὶ τὴν τοῦ Παρακλήτου προσκυνοῦντες θεότητα. Ἡ μὲν οὖν προφητικὴ σάλπιγξ τὴν οἰκουμενικὴν εἰς Χριστὸν προσημαίνουσα συμφωνίαν ἔλεγεν, Ὅτι εἰδήσουσί με, φησὶν, ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ τῷ ἀληθινῷ.

Καὶ ὁ μὲν προφήτης, ὡς ἔφην, ἅπασαν γλῶσσαν τῷ τῆς θεογνωσίας περικλείει δικτύῳ· ἡμεῖς δὲ σήμερον καὶ ἀγλώττου ῥήτορος ἀκουσόμεθα τῇ εὐσεβείᾳ συνηγοροῦντος· οἱονεὶ γάρ τις κιθάρα πλῆκτρον οὐκ ἔχουσα τὸν δημιουργὸν εὐφημεῖ. Λεγέτω τοίνυν καὶ ὁ μακάριος Ῥωμανός· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ποία γλῶσσα;

Οὐχ ἣν ὁ σίδηρος ἀφεῖλεν, ἀλλ᾽ ἣν ἡ τοῦ Πνεύματος χάρις ἐχάλκευσε· τῆς γλώσσης γὰρ συληθείσης ἡ τοῦ Πνεύματος χάρις ἀντεισήχθη. Εἶχον καὶ οἱ ἀπόστολοι γλώσσας, ἀλλ᾽ ἵνα δειχθῇ τοῦ ἐνεργοῦντος ἡ δύναμις, ὁ πηλὸς ἤργει, καὶ τὸ πῦρ τὸ οὐράνιον ἐφθέγγετο. Εἶχε καὶ ἡ Μωσαϊκὴ Γραφὴ τοῦ ὑπὲρ λόγον πράγματος τὴν εἰκόνα· βάτος γὰρ παρ᾽ ἐκείνῳ καὶ πῦρ. Καὶ τὸ ἀποστολικὸν πῦρ τὰς τοῦ κηρύγματος φωνὰς ἐπὶ τῆς βάτου προετύπου, καὶ φωνὴν τῷ ἀψύχῳ χαρίζεται, ἵνα τῶν ἐμψύχων ὀργάνων ἁψάμενον πιστευθῇ. Εἰ γὰρ τὸ ἄψυχον ἡ ἁφὴ τοῦ πυρὸς ἔμφωνον ἀπειργάσατο, πῶς οὐκ ἔμελλεν ἀναπλῆσαί που ψυχὰς λογικὰς δι᾽ ἁφῆς τὸ παναρμόνιον ἀνακρούεσθαι μέλος; Ταύτης μετέσχε τῆς χάριτος καὶ Ῥωμανὸς ὁ ἀοίδιμος, καὶ τὴν γλῶτταν ἀποτμηθεὶς τρανοτέρῳ φθόγγῳ τὸν τύραννον ἤλεγχεν. Οὐκ ἂν δὲ ὅλως ὁ τύραννος ἐπὶ τὴν τῆς γλώττης ἔδραμεν ἐκτομὴν, εἰ μὴ τῶν ἐλέγχων ἐφοβήθη τὰ ῥεύματα, εἰ μὴ τὸν χειμάῤῥουν τοῦ κηρύγματος κατεπλάγη, εἰ μὴ τὰ κύματα τῆς εὐαγγελικῆς ῥητορείας στορέσαι ὑπέλαβεν.