Λέγει δὲ καὶ τὴν γένεσιν Μωϋσέως τοῦ νομοθέτου, καὶ ὅτι παρὰ τῶν γονέων ἐν τῇ θήκῃ ἐῤῥίφη, καὶ ὅτι ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ τοῦ βασιλέως, καὶ ὅτι πάσῃ τῇ τῶν Αἰγυπτίων ἐπαιδεύθη σοφίᾳ, καὶ ὅτι δυνατὸς ἐν λόγοις ἐδείχθη καὶ ἔργοις, καὶ ὅτι μετὰ τὸ τεσσαρακοστὸν ἔτος ἀνῆλθεν εἰς ἐπίσκεψιν τοῦ ἔθνους, καὶ ὅτι εἶδεν Ἰσραηλίτην ἀδικούμενον, καὶ ἠμύνατο τὸν Αἰγύπτιον, καὶ ὅτι μαχομένοις Ἰσραηλίταις συνεβούλευσε φιλιάσαι, καὶ ὅτι ὑβρίσθη παρὰ ὁμοεθνοῦς, ὡς ἐργασάμενος φόνον, καὶ ὅτι ἔφυγεν εἰς γῆν Μαδιὰν διὰ τοῦτον τὸν λόγον, καὶ ὅτι ἐκεῖ δύο υἱῶν πατὴρ ἀνεδείχθη, καὶ ὅτι ἄγγελος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ ὤφθη, καὶ ὅτι εἶδε πυρὸς καὶ βάτου ἄμαχον φιλίαν, καὶ ὅτι φωνῆς οὐρανόθεν ἐπήκουσε θείας, καὶ ὅτι σύντρομος ἐγένετο μὴ τολμῶν κατανοῆσαι τὸ θαῦμα, καὶ ὅτι ἐκελεύσθη τῶν οἰκείων ποδῶν λῦσαι τὸ ὑπόδημα, καὶ ὅτι τὸν τόπον ἐν ᾧ ἔστη, γῆν ἤκουσεν ἁγίαν, καὶ ὅτι μετὰ σημείων τὸν λαὸν ἐξήγαγεν ἐξ Αἰγύπτου, καὶ ὅτι διὰ τῆς Ἐρυθρᾶς, ὡς διὰ τῆς ξηρᾶς, τὸν Ἰσραὴλ ἐστρατήγησε. Λέγει δὲ καὶ ἐν τῷ ὄρει τῶν ἀνόμων εἰδωλολατρείαν, ὅτι οἱ τῆς θαλάσσης ὁδοιπόροι μόσχῳ παρωμοίωσαν τὸ Θεῖον, ὅτι τῷ εἰδώλῳ τὰς κατ᾽ Αἰγυπτίων ἀνέθηκαν νίκας. Λέγει αὐτοῖς καὶ τὴν ἐν Βαβυλῶνι αἰχμαλωσίαν τοῦ ἔθνους, καὶ τὴν τοῦ Δαυῒδ παρὰ τῷ Θεῷ εὐαρέστησιν, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ πατὴρ Χριστοῦ ἐχρηματίσθη.