Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Η απολογία του Στεφάνου και η ιστορία του Ισραήλ

Η απαρχή της απολογίας του μάρτυρος με εκτενή ιστορική αναδρομή, από την κλήση του Αβραάμ και τους Πατριάρχες έως τον Μωυσή, την Έξοδο και τον Δαυίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἀκούσατε, οὐ λέγω, Πείσθητε· τὸ γὰρ ἄπιστον τῆς ὑμετέρας ἐπίσταμαι γνώμης· ἀλλ᾽ Ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ἐν τῇ Μεσοποταμίᾳ. Οὐκ ἐν τῇ Ἱερουσαλὴμ, οὐκ ἐν τῷ περιβοήτῳ ναῷ, ἀλλ᾽ Ἐν τῇ Μεσοποταμίᾳ, ὅπου κατείδωλος ὑπῆρχεν ὁ χῶρος, ἔνθα ἀθέοις ἡ πατρὶς συνεπνίγετο· ἐν τῇ Μεσοποταμίᾳ, ὅπου ξοάνοις ἀνεπέμπετο σέβας, ὅπου ξύλοις καὶ λίθοις τὸ πανάγιον ἐνετίθεσαν ὄνομα, ἐκεῖ αὐτῷ ὤφθη. ᾜδει γὰρ ὅτι ἐν ἀκάνθαις γίνεται ῥόδον, καὶ μέσον ζιζανίων εὐγενὴς ἀνατελεῖ σῖτος· ὥσπερ ὁ πολύαθλος Ἰὼβ ἐν τῇ ἀσώτῳ χώρᾳ τῇ Αὐσίτιδι ὡς ῥόδον ἐν ἀκάνθαις ὤφθη, καὶ ὡς κρίνον ἐν τριβόλοις, καὶ ὡς φωστὴρ ἐν τῷ σκότει τῆς ἀγνοίας ἔλαμπε ταῖς ἀρεταῖς, καὶ ὡς πύργος ἐν καταστροφῇ ἦν πάσαις ταῖς ἄνω δυνάμεσιν εὔδηλος, ἀπὸ γῆς εἰς οὐρανὸν τὰ κατορθώματα ἐπαύξων, ἀπὸ βάθους εἰς ὕψος τῆς δικαιοσύνης τοὺς καρποὺς ἐκπέμπων· ὅθεν ὀσφρανθεὶς αὐτῶν ὁ Θεὸς τὸν καρπὸν, ὡς καὶ τοῦ Νῶε μετὰ τὸν κατακλυσμὸν (Ὠσφράνθη γὰρ Κύριος ὀσμὴν εὐωδίας), ἐμαρτύρει τῷ ἰδίῳ θεράποντι· Ἰδοὺ ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, πρὸ τοῦ νόμου τὰ τοῦ νόμου πληρῶν· ἔχων γὰρ τὸν ἔμφυτον νόμον, οὐκ ἐδεήθη τοῦ γραπτοῦ· γνωστὰ γὰρ τῷ Θεῷ ἀπ᾽ αἰῶνος πάντα τὰ ἔργα αὐτοῦ.

Εἶτα λέγει πρὸς τὸν Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Ἔξελθε ἐκ τῆς γῆς σου. Τί, φησὶ, πολύθεος χώρα τὸν τῶν ἐθνῶν περιέχει πατέρα; τί κατείδωλος πατρὶς περιέχει τὸν προπάτορα τοῦ ἔθνους;

Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. Δυσχερῆ, ὡς ἐν ἀνθρώποις, τὰ προσταττόμενα τῷ πατριάρχῃ. Κατάλιπε, φησὶ, πατρίδα, ἄφες ὅλον τὸ γένος, ἀπόταξαι τῇ γῇ ἐν ᾗ ἐγεννήθης, χωρίσθητι πατρὸς καὶ τεκούσης. Ἀλλ᾽ οὐδὲν τούτων τὸν πατριάρχην παρεσάλευσεν· οὐκ ἐλογίσατο καθ᾽ ἑαυτὸν, οἷά γε θνητὸς, Ἄδηλά μοι, φησὶν, ὁ ὀφθεὶς ὑπισχνεῖται· ἀβέβαια ἐπαγγέλλεται οὗτος. Καταλίπω τοίνυν τὰ ἐν χερσὶ, καὶ τὰ ἀόρατα μεταδιώξω; ἀφιῶ τὰ ἐν ποσὶ, καὶ τὰ ἄδηλα ποθήσω;

Ἀλλ᾽ οὐδὲν τούτων ὁ πατὴρ τῶν ἐθνῶν ἐλογίσατο· ἀλλὰ προσετάγη, καὶ τῷ χωρισμῷ συνετίθετο· ἐντολὰς ἐλάμβανε, καὶ τὰ ἄδηλα ζητεῖν ἐπεπόθει. Πίστις γὰρ αὐτῷ τοῦτον ἀνέκαιε τὸν ἔρωτα. Τὰ γὰρ ἐπαγγελλόμενα τελείως κατανοήσας, πλέον πρὸς τὴν ἔξοδον τῆς πατρίδος ἐσπούδαζεν. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου.

Ἐκ τῶν μηρῶν σου μέλλω, ἐκ σοῦ κατὰ σάρκα γεννᾶσθαι. Οὐδέν σοι τοιγαροῦν ὑπισχνοῦμαι· ἀρκεῖ σοι γὰρ μόνον, ἵνα πατήρ μου χρηματίσῃς. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Εἶτα τὰ κατὰ τὸν Ἀβραὰμ διηγησάμενος, ὅτι μιᾷ φωνῇ Θεοῦ ὑπήκουσε καλοῦντος, ὅτι προεῖπε τὴν τοῦ σπέρματος αὐτοῦ δουλείαν, καὶ ὅτι τετρακοσιοστὸν ἐν Αἰγύπτῳ δουλεύσουσιν ἔτος, καὶ ὅτι τῇ δεξιᾷ τοῦ Θεοῦ λυτρωθῶσι τῆς ἀνάγκης, καὶ ὅτι ἔδωκεν αὐτῷ περιτομῆς διαθήκην, λέγει λοιπὸν τὸν τοῦ Ἰσαὰκ παράδοξον τόκον, καὶ ὅτι τῇ ὀγδόῃ αὐτὸν περιέτεμε, καθὼς προσετάχθη. Ἔτι λέγει καὶ τὴν τοῦ Ἰακὼβ ἐκ τοῦ Ἰσαὰκ γένεσιν, καὶ ὅτι ὁ Ἰακὼβ δώδεκα πατριαρχῶν πατὴρ ἀνεδείχθη. Λέγει καὶ τὸν φθόνον πρὸς τοῦ Ἰωσὴφ τῶν συγγενῶν, καὶ τὴν πρᾶσιν αὐτοῦ τὴν ὑπὸ τῶν ἀδελφῶν ἐν Αἰγύπτῳ, καὶ ὅτι εὗρε χάριν καὶ σοφίαν παρὰ τῷ βασιλεῖ τῆς Αἰγύπτου, καὶ ὅτι μετὰ τὴν δουλείαν κύριος καὶ σοφὸς ἀνεδείχθη.

Λέγει καὶ, ὅτι λιμὸς καθ᾽ ὅλου, ὡς εἰπεῖν, ἀνεδείχθη τοῦ κόσμου, καὶ ὅτι Χαναὰν τῇ ἀπορίᾳ τῶν βρωμάτων τὰ οἰκεῖα φίλτατα προεδίδου, καὶ ὅτι ἐν δόξῃ ἐνεφάνισεν ἑαυτὸν Ἰωσὴφ τοῖς ἰδίοις συγγενέσι, καὶ ὅτι μετεκαλέσατο Ἰωσὴφ ἐν Αἰγύπτῳ Ἰακὼβ τὸν πατριάρχην, καὶ ὅτι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ὁ Ἰακὼβ ἐκεῖσε κατῆλθε, καὶ ὅτι ἐπληθύνθη Ἰσραὴλ εἰς ἄμετρον ἐν Αἰγύπτῳ, καὶ ὅτι ἕτερος ἀνέστη βασιλεὺς, τὸν Ἰωσὴφ ἀγνοήσας, καὶ ὅτι κατασοφισάμενος τὸ τοῦ Ἰσραὴλ ἐκάκωσεν ἔθνος, καὶ ὅτι τὰ ἄῤῥενα βρέφη ἔκδοτα παρέπεμπε τῷ Νείλῳ ποταμῷ.

Λέγει δὲ καὶ τὴν γένεσιν Μωϋσέως τοῦ νομοθέτου, καὶ ὅτι παρὰ τῶν γονέων ἐν τῇ θήκῃ ἐῤῥίφη, καὶ ὅτι ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ τοῦ βασιλέως, καὶ ὅτι πάσῃ τῇ τῶν Αἰγυπτίων ἐπαιδεύθη σοφίᾳ, καὶ ὅτι δυνατὸς ἐν λόγοις ἐδείχθη καὶ ἔργοις, καὶ ὅτι μετὰ τὸ τεσσαρακοστὸν ἔτος ἀνῆλθεν εἰς ἐπίσκεψιν τοῦ ἔθνους, καὶ ὅτι εἶδεν Ἰσραηλίτην ἀδικούμενον, καὶ ἠμύνατο τὸν Αἰγύπτιον, καὶ ὅτι μαχομένοις Ἰσραηλίταις συνεβούλευσε φιλιάσαι, καὶ ὅτι ὑβρίσθη παρὰ ὁμοεθνοῦς, ὡς ἐργασάμενος φόνον, καὶ ὅτι ἔφυγεν εἰς γῆν Μαδιὰν διὰ τοῦτον τὸν λόγον, καὶ ὅτι ἐκεῖ δύο υἱῶν πατὴρ ἀνεδείχθη, καὶ ὅτι ἄγγελος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ ὤφθη, καὶ ὅτι εἶδε πυρὸς καὶ βάτου ἄμαχον φιλίαν, καὶ ὅτι φωνῆς οὐρανόθεν ἐπήκουσε θείας, καὶ ὅτι σύντρομος ἐγένετο μὴ τολμῶν κατανοῆσαι τὸ θαῦμα, καὶ ὅτι ἐκελεύσθη τῶν οἰκείων ποδῶν λῦσαι τὸ ὑπόδημα, καὶ ὅτι τὸν τόπον ἐν ᾧ ἔστη, γῆν ἤκουσεν ἁγίαν, καὶ ὅτι μετὰ σημείων τὸν λαὸν ἐξήγαγεν ἐξ Αἰγύπτου, καὶ ὅτι διὰ τῆς Ἐρυθρᾶς, ὡς διὰ τῆς ξηρᾶς, τὸν Ἰσραὴλ ἐστρατήγησε. Λέγει δὲ καὶ ἐν τῷ ὄρει τῶν ἀνόμων εἰδωλολατρείαν, ὅτι οἱ τῆς θαλάσσης ὁδοιπόροι μόσχῳ παρωμοίωσαν τὸ Θεῖον, ὅτι τῷ εἰδώλῳ τὰς κατ᾽ Αἰγυπτίων ἀνέθηκαν νίκας. Λέγει αὐτοῖς καὶ τὴν ἐν Βαβυλῶνι αἰχμαλωσίαν τοῦ ἔθνους, καὶ τὴν τοῦ Δαυῒδ παρὰ τῷ Θεῷ εὐαρέστησιν, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ πατὴρ Χριστοῦ ἐχρηματίσθη.