Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Η δράση, τα θαύματα και η θεολογική αντιπαράθεση με τους Ιουδαίους

Περιγραφή των σημείων που επιτελούσε ο Στέφανος, οι αμφισβητήσεις των αντιπάλων για το πρόσωπο του Χριστού και η αναίρεσή τους μέσω των προφητειών και της χάριτος του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Πίστις γὰρ καὶ δύναμις καὶ τὸν ἀρχέκακον ἐνίκα, καὶ Ἰουδαίους κατέπληττε. Πλήρης πίστεως καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Θαυμάτων ὁ ἀριστεὺς ἐνεδείκνυτο πλήθη, τεραστίων πλῆθος ὁ Χριστοῦ εἰργάζετο στρατιώτης· Ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ, χωλοῖς μὲν χαριζόμενος δρόμους, παρέτοις δὲ ὑγίειαν ἐκπέμπων, ἵνα πρὸς φθόνον τοὺς ἀρχιερεῖς διεγείρῃ· οὕτως ἐπεθύμει διὰ Χριστὸν γεύσασθαι θανάτου. Εἶτα ἐκκαλεῖται κατ᾽ αὐτοῦ ἀνδρῶν ἀσεβεστάτων πεντάπολιν.

Ἀνέστησαν γὰρ, φησὶ, τινὲς τῶν ἀπὸ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ. Ὢ πόσον ὄχλον ἡ κακία συνήγαγεν! ὢ πόσον δῆμον ὁ φθόνος συνέτρεψε!

Λιβερτίνους, Κυρηναίους, Ἀλεξανδρεῖς, καὶ τοὺς ἀπὸ Κιλικίας καὶ Ἀσίας. Ἄπειρος, φησὶν, ὄχλος καθ᾽ ἑνὸς παρετάξατο στρατιώτου· ἄμετρα πλήθη καθ᾽ ἑνὸς ὥρμησαν ἀριστέως· πέντε πόλεων ἄνδρες ἐφ᾽ ἕνα κατέδραμον νεανίαν. Ὢ τῆς ἀνιατρεύτου τῶν Ἰουδαίων κακίας! ἐξ αὐτῆς τῆς θέας ἠθέλησαν τὸν ἀριστέα ἐκφοβῆσαι, ἵνα τῇ ὑπερβολῇ τοῦ πλήθους ὑπεκλυθῇ τὰ νεῦρα. Εἶτα καὶ τάξιν οἱ παμπόνηροι ἐπιτιθέασι τῇ μάχῃ, καὶ ζητημάτων τῷ Στεφάνῳ ἐν προοιμίοις πλέκουσι λόγους.

Ἀνέστησαν γὰρ, φησὶ, τινὲς ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ. Τί, φασὶν, ὦ νεανία, ἀπερισκέπτως ὑβρίζεις τὸ Θεῖον; τί μεμελετημένοις λόγοις πείθεις τὸν ὄχλον; τί θαυμάτων ἀπάτῃ διασκεδάζεις τὸ ἔθνος; Ὧδε τῶν ζητημάτων τὸ πέρας· Θεός ἐστιν ὁ ἐκ Μαρίας τεχθείς;

Δημιουργὸς ὁ τοῦ τέκτονος υἱός; οὐ Βηθλεὲμ τούτου κώμη, καὶ τροφὸς ἡ Ναζαρέτ; Θεὸν φαντάζῃ τὸν ἐπὶ γῆς τεχθέντα; Θεὸς, ὁ δι᾽ εὐτέλειαν σπαργανωθεὶς ἐν τῇ φάτνῃ; ὁ ἀποδράσας ὀργισθέντα τὸν Ἡρώδην; ὁ πρὸς κάθαρσιν λουτρὸν δεξάμενος Ἰορδάνην; ὁ πείνῃ δουλεύσας καὶ δίψῃ; ὁ κόπου αἰσθόμενος καὶ ὕπνου, ὁ κρατηθεὶς, καὶ μὴ ἰσχύσας διαδρᾶσαι; ὁ ῥαπισθεὶς, καὶ ἑαυτὸν μὴ ἐκδικήσας; ὁ ἀναρτηθεὶς, καὶ κατελθεῖν μὴ ἰσχύσας; ὁ ἐπάρατον καὶ ἐφύβριστον εὑράμενος τέλος;

Τὸν ἐν τάφῳ τεθέντα, ἐν οὐρανοῖς εἶναι φαντάζῃ; τὸν παραπλήσιον θνητοῖς, νεκρῶν ζωὴν εἶναι κηρύττεις; Κατεδέχετο οὖν Θεὸς ταῦτα παθεῖν; οὐκ ἐκέλευσε, καὶ τοὺς ἐπελθόντας ἐνέκρου; οὐχὶ προστάττων αἰφνίδιον ἐπῆγε τὸν θάνατον; Ἢ παῦσαι τοίνυν τῆς πλάνης, ἢ τὸν ἴσον αὐτοῦ δέχου καὶ σὺ θάνατον.

βʹ. Τοιαῦτά τινα λέγοντες ἦσαν συζητοῦντες τῷ Στεφάνῳ. Εἶτα ὁ Στέφανος· Οὐ παρ᾽ ὑμῖν φυλάττονται τῶν προφητῶν τὰ συγγράμματα; οὐχ ὑμεῖς τὰς τῆς Παλαιᾶς ἀναπτύσσετε βίβλους; οὐκ ἐλέγετε ἀλλήλοις, Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῆ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν· ἡμεῖς τοῦ Μωϋσέως μαθηταί ἐσμεν; Οὐχὶ Μωϋσῆς ἔλεγε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε; οὐ προέγραψε πόῤῥωθεν Μιχαίας· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος; οὐ τῆς ἀπειρογάμου ὁ Ἡσαΐας προανήγγειλε τὸν τόκον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει; οὐ τῶν ἐν τῇ φάτνῃ ζώων τὴν παράστασιν ὁ Ἀμβακοὺμ προεῖπεν· Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ; οὐ τὴν ἐν Αἰγύπτῳ φυγὴν δι᾽ Ἡρώδην εἶπεν ὁ Ἡσαΐας· Ἰδοὺ Κύριος ἔρχεται ἐπὶ νεφέλης κούφης εἰς Αἴγυπτον; οὐ τῶν ὑδάτων τοῦ Ἰορδάνου τὸν δρασμὸν ὁ Δαυῒδ προεμήνυσεν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν; οὐ τῶν κόπων καὶ πόνων τὴν ἔκβασιν ὁ Ἡσαΐας προέγραψεν· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν; οὐ τῶν ἥλων τὴν βίαν Δαυῒδ προεῖπεν ὁ προφήτης· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου; οὐ τὴν ἐν τῷ ξύλῳ ἀνάρτησιν ὁ Μωϋσῆς προανεκήρυξεν· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου;

οὐ τὴν ταφὴν τὴν ἐν μνημείῳ ὁ Ἰακὼβ προέγραψεν· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων; οὐ τὰ τῆς ἀναστάσεως προανεβόησεν ὁ Δαυΐδ· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν; οὐ τὰ τῆς ἀναλήψεως ὁ αὐτὸς προεῖπεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ;

Ἢ δείξατε τοίνυν ἐν ἄλλῳ τινὶ τῶν προφητειῶν τὴν ἔκβασιν, ἢ ὡς. Θεῷ τῷ ἐσταυρωμένῳ προσκυνεῖτε. Ὑμεῖς γὰρ, ὦ ἀνόητοι, μὴ γινώσκοντες τὴν προφητείαν Μωϋσέως, ἐνομίζετε ψιλὸν ἄνθρωπον σταυροῦν· ἀλλ᾽ ὁ ἐξ ὑμῶν, καθ᾽ ὑμῶν δὲ μᾶλλον, τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος κράζει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Περὶ αὐτοῦ ἐλέγχων ὑμᾶς ὁ κορυφαῖος τῶν ἀποστόλων ἔλεγεν· Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἡρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. Ταύτην ὑμῶν τὴν φωνὴν πόῤῥωθεν εἰδὼς Ἡσαΐας ἔλεγεν· Οὐαὶ τοῖς λέγουσι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν! Οὕτω τοίνυν διαλεγομένου τοῦ Στεφάνου, Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Καὶ καλῶς εἴρηται τὸ, Ἀντιστῆναι. Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, Ἀνέστησάν τινες τῶν ἐκ τῆς συναγωγῆς, ὧδε λέγει, Οὐκ ἴσχυον ἀντιστῆναι. Εἰς σιωπὴν οὖν ὠθοῦντο τὴν γλῶσσαν, συνέκλειον ἅπαντες τὰ οἰκεῖα χείλη, ἀνέστελλον τῶν λόγων τὰ βέλη, ἀπεκράτησαν τῶν ῥημάτων τὰ τόξα, ὑπὸ τὴν γλῶσσαν ἔκρυψαν τῆς κακίας τὸ δόρυ.

Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ὢ τῶν καινῶν πραγμάτων! πῶς καλῶς συγγράφεται ὁ ἀοίδιμος Λουκᾶς; πῶς τὰς ἐπαγγελίας τοῦ Χριστοῦ εἰς πέρας ἕλκει; Εἶπε γὰρ ὁ Χριστὸς, ὅτι Δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Καλῶς οὖν λέγει· Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίᾳ σοφίᾳ; Τῷ Χριστῷ τῷ ἐν αὐτῷ φθεγγομένῳ. Καὶ ὅτι ὁ Χριστὸς σοφία, ἡκέτω Παῦλος λέγων· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.

Ὅτι δὲ λαλεῖ ἐν τοῖς εὐχαριστοῦσι, γράφων ἐν ἄλλοις ἔλεγεν· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, τουτέστι, τῷ Χριστῷ. Τίς γὰρ ἀντιστήσεται αὐτῷ, καὶ ὑπομενεῖ;