Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Ο πνευματικός στέφανος του πρωτομάρτυρος Στεφάνου

Εισαγωγικός έπαινος του αγίου Στεφάνου, σύγκριση των επίγειων και των πνευματικών στεφάνων και απαρίθμηση των αρετών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν ἅγιον Στέφανον, βʹ. Οἱ μὲν ἔξωθεν στεφάνους πλέκειν ἀνδράσι βουλόμενοι, ῥόδα καὶ κρίνα καὶ τὰ λοιπὰ τῆς γῆς ἄνθη συνάγειν σπουδάζουσιν· οὕτω γὰρ τῶν ἐπιγείων στεφανοπλόκων ὁ νόμος. Ἡμεῖς δὲ στέφανον κατασκευάζοντες τῷ μακαρίῳ Στεφάνῳ, ἐξ αὐτοῦ Στεφάνου τὰ πνευματικὰ ἄνθη τρυγήσωμεν, ἵνα στέφανον χαρίτων τῇ κεφαλῇ Στεφάνου πλέξωμεν. Λειμὼν γάρ ἐστιν ὁ μακάριος Στέφανος, πάσης εὐωδίας πεπληρωμένος, τῷ αἵματι τοῦ Χριστοῦ ἀρδευόμενος, τῷ Πνεύματι τῷ ἁγίῳ καταμυριζόμενος, καὶ εὐωδιάζων τὰ σύμπαντα. Ἰδοὺ γὰρ Στεφάνου μνήμη, καὶ τὰ πάντα ἁγιασμοῦ πεπλήρωται· ὁ οὐρανὸς τὸ πνεῦμα δεξάμενος, ἡ γῆ τὸ σῶμα ὑποδεξαμένη, ὁ ἀὴρ ὁμοῦ καὶ τὰ πάντα τοῦ μύρου τῆς εὐωδίας πεπλήρωται. Ἡμεῖς δὲ ἔχομεν αὐτὸν ὑπὲρ ἡμῶν πρεσβεύοντα, τὸν τῆς Ἐκκλησίας κόσμον, τὸν τῆς εὐσεβείας ἀθλητὴν, τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν τῶν Ἰουδαίων ἔλεγχον, τὸν τῶν μαρτύρων ἔξαρχον, τὸν τῶν χηρῶν προστάτην, τὸν τῶν πεινώντων τροφέα, τὸν τῶν καταπονουμένων ἀντιλήπτορα, τὸν φρουρὸν τῆς ἁγίας Χριστοῦ πόλεως, τὸν τῶν καλῶν διακόνων στέφανον, τὸν στῦλον τῆς Ἐκκλησίας, τὸ τῶν μαρτύρων ἀγλάϊσμα, τὸ τῆς οἰκουμένης καύχημα, τὸ ἑδραίωμα τῆς πίστεως· ὁ φύλαξ τῶν ἡμετέρων ψυχῶν, ὁ ὑπὲρ τῶν διωκόντων εὐχόμενος, καὶ ὑπὲρ τῶν λιθαζόντων ὑπεραπολογούμενος, καὶ διὰ τοῦτο ἀγγελικῇ χάριτι τὸ πρόσωπον δοξαζόμενος.