Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Το όνομα του Στεφάνου και η άμεση μίμηση του Δεσπότου

Εγκωμιαστική αναφορά στο όνομα του πρωτομάρτυρος και στην προθυμία του να ακολουθήσει πρώτος το πάθος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν ἅγιον πρωτομάρτυρα Στέφανον. Πάντες μὲν οἱ τῶν μαρτύρων ἀγῶνες ἐπίδοξοι, καὶ θαυμάζεται πανταχοῦ τῶν δικαίων ἡ ἄθλησις· ἀλλ᾽ ὅπου τὸ περίβλεπτον ἄγεται Στεφάνου τοῦ πρωτομάρτυρος στάδιον, ἐκεῖ καὶ ἡ ἄφωνος γλῶττα πρὸς εὐφημίαν διεγείρεται.

Τίνα γὰρ οὐ καλεῖ πρὸς ἔπαινον ὁ μακάριος Στέφανος, ὁ καὶ μόνῃ τῇ προσηγορίᾳ τὴν οἰκείαν σημαίνων ἀξίωσιν, καὶ αὐτῷ τῷ ὀνόματι τὴν τιμὴν ἤδη προκεκτημένος τῆς νίκης; Ἐν τούτῳ γὰρ καὶ τὴν πάλην, καὶ τὴν νίκην, καὶ τὴν τιμὴν κηρύττει τὸ τοῦ μάρτυρος ὄνομα. Στέφανος, ὁ καὶ τῶν ἀγώνων πρῶτος, καὶ τῶν ἐπαίνων πρῶτος, καὶ τῶν ἐπαίνων ἐξαίρετος, ὁ τοῖς ἴχνεσι τοῦ Δεσπότου ἑπόμενος, καὶ ἀρχὴ τῶν ἀθλούντων γενόμενος. Τοῦτον γὰρ πρῶτον ὁ Σωτὴρ εἰς σωτηρίαν ἐγεώργησε μάρτυρα· τοῦτον ὁ τοῦ Χριστοῦ θάνατος εὐθέως καταφρονῆσαι καὶ αὐτοῦ τοῦ θανάτου ἔπεισε· τοῦτον ἐκχέαι καὶ τὸ ἴδιον αἷμα ἡ τοῦ Δεσπότου πλευρὰ προεξένησεν. Ἃ γὰρ ἔγνω τὸν Δεσπότην ὑπὲρ δούλων παθόντα, ταῦτα παθεῖν ἠνέσχετο ὑπὲρ αὐτοῦ τοῦ Δεσπότου, οὐκ ἀναμείνας καιρὸν, οὐ προλαβόντας ἰδὼν, οὐ θεασάμενος ἄθλησιν. Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ πολιτείαν ἑπομένην ἔδειξε, πανταχοῦ τὸ Δεσπότῃ συναγωνίζεσθαι, καὶ τὴν τελευτὴν ὁμοίαν ἐργάσασθαι, φυλάττων, ὡς μαθητὴς, διδασκάλου τάξιν. Καὶ βλέπε μοι τὸν μακάριον ἐν ἔργοις τε καὶ λόγοις αὐτὸν τὸν Δεσπότην μιμούμενον. Ἐδόξασε τὸν Σωτῆρα τῶν σημείων ἡ δύναμις· μακαρίζεται καὶ ἐν τούτῳ ἡ χάρις τοῦ μάρτυρος.