Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Ο λιθοβολισμός, ο έλεγχος των διωκτών και η τελείωση του μαρτυρίου

Περιγράφεται η καρτερία του μάρτυρος κατά τον λιθοβολισμό και η αντιμετώπιση των διωκτών του. Ο άγιος τους ελέγχει πνευματικά και παραδίδει προσευχόμενος το πνεύμα του στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἐκείνης τοίνυν τῆς θείας φωνῆς μεμνημένος τῆς ἀλειφούσης αὐτὸν εἰς τὰ παλαίσματα, οὕτως ἀπεδύσατο πρὸς τοὺς ἀγῶνας ὁ ἀθλητὴς, καὶ τῇ γλώσσῃ τιτρώσκων τοὺς τὸ σῶμα τοῖς λίθοις κατατοξεύοντας, ἐδείκνυτο τοῖς λόγοις τῶν ἐκείνων βελῶν δυνατώτερος· καὶ τῷ μὲν σώματι ἐδέχετο τὰ διὰ τῶν λίθων τραύματα, τοῖς δέ γε ῥήμασι πικρότερον ἐτίτρωσκε τοὺς βάλλοντας, καὶ ἀνερέθιζε πρὸς τὸν κατ᾽ αὐτοῦ πόλεμον, ἵνα συντομωτέραν αὐτῷ τὴν ὁδοιπορίαν κατασκευάσωσι τὴν εἰς οὐρανοὺς ἀναπέμπουσαν.

Καί μοι λογίζου τῶν βελῶν τὸ διάφορον· οἱ μὲν γὰρ λίθοις τὸ σῶμα κατεχώννυον, ὁ δὲ τοῖς παρὰ τοῦ Πνεύματος ἑαυτῷ χορηγουμένοις ῥήμασι τῆς ἐκείνων καρδίας κατεστοχάζετο· Οὐδεὶς γὰρ, φησὶν, ἠδύνατο ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ὢ γλώττης σάλπιγγος μεγαλοφωνοτέρας! ὢ ψυχῆς ἀκαταπλήκτου, παντὸς ἀδάμαντος στεῤῥοτέρας! δῆμον ἑώρα Ἰουδαϊκὸν καὶ ἐπισυνιστάμενον τῷ ἀθλητῇ, καὶ ὥσπερ τινὸς σκιᾶς θεώμενος, οὕτω κατεφρόνει τῶν παρόντων, καὶ τὰς τῶν λίθων νιφάδας δεχόμενος, κατὰ τοῦ σώματος ἠγάλλετο, ὥσπερ τινὸς αὐτῷ πύργου διὰ τῶν λίθων οἰκοδομουμένου, ὥστε δι᾽ αὐτοῦ φθάσαι τὸν οὐρανόν. Τί τοίνυν τῆς πέτρας ἐκείνης τῆς λογικῆς γένοιτ᾽ ἂν δυνατώτερον; τί δ᾽ ἂν ὀφθείη τοῦ στύλου τῆς Ἐκκλησίας στεῤῥότερον; τὸν ἀκλινῆ διέσωσεν ἡ πίστις· καθάπερ τισὶν ἀσφαλεστάτοις ἐρείσμασιν ἐπερειδόμενος, οὕτω μεμένηκεν ἄτρωτος, τοῖς μὲν τραύμασι τὸ σῶμα ποικιλλόμενος, τῇ δὲ καρτερίᾳ τὴν ψυχὴν καλλωπιζόμενος, καὶ τῷ οἰκείῳ κάλλει πρὸς αὐτὸν τὸν οὐρανὸν ἁμιλλώμενος. Ὥσπερ γὰρ ἐκεῖνος περικαλλὴς δείκνυται τῇ τῶν ἄστρων χορείᾳ διηνθισμένος, οὕτω δὴ καὶ ὁ θαυμάσιος οὗτος ἀθλητὴς τὸν χιτῶνα τὸν Δεσποτικὸν ἔχων, τοῖς τραύμασιν, ὡς ποικίλοις ἠμφιεσμένος ἐνδύμασιν, ὡραΐζετο, καὶ ἐγεγήθει τὰ στίγματα τοῦ Κυρίου ἐν τῷ σώματι βαστάζων ὥσπερ χαρακτῆρας Δεσποτικούς.

Οὐ περιήγαγον οἱ λίθοι τὸν ἀθλητὴν, ἀλλ᾽ ὥσπερ τι φυτὸν οὐρανομῆκες ἐπὶ γῆς ἐῤῥιζωμένον, οὕτω καὶ ἀκαμπὴς ἐφυλάττετο, δεχόμενος τὰς τῶν λίθων βολὰς, καὶ μὴ καταπίπτων. Τούτῳ γὰρ ἂν εἰκότως ἁρμόσειε τὸ προφητικὸν ἐκεῖνο λόγιον, ὅτι Δίκαιος ὡς φοῖνιξ ἀνθήσει. Ἐφοινίσσετο μὲν οὖν τὸ σῶμα, καὶ περιεῤῥεῖτο τοῖς τῶν αἱμάτων ῥεύμασιν, ἐπάλληλα δεχόμενος τῶν λίθων τὰ κύματα, πολλῷ δὲ πλέον τῇ πίστει πετρούμενος. Ἑώρα γὰρ πρὸς τὸν οὐράνιον ἀγωνοθέτην, τὸν τοῖς οἰκείοις ἀθληταῖς τὴν χεῖρα προτείνοντα, καὶ πρὸς οὐρανὸν αὐτοὺς ἕλκοντα, ὅπου τῶν ἀγώνων ἀπόκειται τὰ ἔπαθλα, ὅπου τῶν στεφάνων ἀνάῤῥησις γίνεται, καὶ κατὰ τὸν Παῦλον ἴσως βοᾷ· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· βάλλομαι, καὶ τιτρώσκω τοῖς ῥήμασι. Μνημονεύσατε, φησὶ, τῶν πατέρων ὑμῶν τῶν τοὺς προφήτας καταλευσάντων· Τίνα γὰρ, φησὶν, οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν;

Κακῆς διαδοχῆς γεγόνατε κληρονόμοι, τὴν ἐκείνων μανίαν ζηλώσαντες· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς· τὴν πατρικὴν διεδέξασθε μιαιφονίαν. Ταῦτα τοῦ στεφάνου τῶν Ἐκκλησιῶν τὰ ῥήματα, τοιαῦτα τοῦ στεφανίτου κατὰ τῶν ἐναντίων τὰ τοξεύματα· καὶ καθάπερ ἄλσους τις ἀνεγείρων φλόγα, οὕτω δὴ καὶ ὁ πρωτομάρτυς πλέον καθ᾽ ἑαυτοῦ τὴν ἐκείνων μανίαν ἐρέθιζεν. Ἑώρα γὰρ τὸν ποθούμενον, καὶ ἐπόθει τὸν θεωρούμενον, καί τινα πρὸς αὐτοὺς ἴσως ἀπεφθέγγετο τοιαῦτα· Τοῦ ἔξωθεν ἐνδύματος καταστοχάζεσθε, καὶ κατὰ τοῦ σώματος πέμπετε τοὺς λίθους· ἀλλὰ λέληθεν ὑμᾶς, ὡς ἔοικεν, ὅτι δή μοι πληροῦτε τὸν πόθον. Καὶ γὰρ καὶ αὐτὸς καὶ πρὸ τοῦ Παύλου σπεύδω τὸν ἔξωθεν ἄνθρωπον ἀπεκδύσασθαι, ἵνα γυμνῇ τῇ ψυχῇ πρὸς οὐρανὸν ἀναπτῶ, καὶ τὸ αἰθέριον πέλαγος περαιωσάμενος, συμβασιλεύσω τῷ Δεσπότῃ.

Οὗτος μόνος ὁ πλοῦς οὐκ ἔχει ναυάγιον, αὕτη ἡ θαλαττοπορία ἀχειμάστους διασώζει τοὺς πλέοντας· ἀκινδύνως μου πλεῖ τὸ σκάφος· οὐράνιον γὰρ ἔχω τὸν κυβερνήτην, τὸν τοῖς νοητοῖς αὑτοῦ πηδαλίοις κατευθύνοντα.

Φοινίξατέ μοι τὸ σῶμα τοῖς τραύμασι· καὶ γὰρ τὸν Ἰωσὴφ χιτῶνα ἐφοίνιξαν τῷ αἵματι οἱ πατέρες ὑμῶν, ὡς καὶ ὑμεῖς. Πρέπον γὰρ αὐτοῖς συνεχῶς λέγεσθαι τὸ παρὰ τοῦ μάρτυρος εἰρημένον. Ἐκείνους ἐμιμήσασθε τοὺς τὴν κακὴν κληρονομίαν ὑμῖν καταλελοιπότας· ἀλλὰ κἀκεῖνοι τὸν Ἰωσὴφ ἀποδόμενοι, διήμαρτον τῆς ἐλπίδος, καὶ οἱ τὸν σωματικὸν ναὸν λιθάζοντες, στεῤῥὸν ναὸν οἰκοδομεῖτε περικαλλέστερον· ὁρᾷν αὐτοῦ μοι τὰ προπύλαια ἔπεισιν· ἀπὸ γὰρ τῆς γῆς εἰς τὸν οὐρανὸν ἐστήρικται. Ταῦτα γὰρ πρέποντα τῷ Στεφάνῳ τὰ ῥήματα, τῷ προπηδήσαντι τῶν ἀποστολικῶν λογάδων ἐπὶ τοὺς ἀγῶνας, καὶ ὀξυτέρῳ τῷ δρόμῳ φθάσαντι πρὸς τὸ τοῦ μαρτυρίου τέλος, τῷ ἐπὶ γῆς ἀγωνισαμένῳ, καὶ ἐν οὐρανοῖς ἀναῤῥηθέντι· ὃς φθεγγομένους μὲν τοὺς πολεμίους ἐνίκα, λιθοβολούντων δὲ ὑπερηύχετο, καὶ ἐν τούτῳ τὸν Δεσπότην μιμούμενος, καί φησι πρὸς τὸν ἀγωνοθέτην· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. Διήνυσταί μου, φησὶν, ὁ ἀγών· δέχου τοίνυν τὸν στεφανίτην ἐν οὐρανοῖς, ὑπόδεξαι ὁ ἀθλοθέτης τὸν ἀθλητήν· ἐπὶ τοὺς στεφάνους γὰρ τρέχω, καὶ τῶν ἐνταῦθα ἀγώνων σπεύδω κομίσασθαι τὰ ἔπαθλα.