Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Θωμᾶν τὸν ἀπόστολον

Ἰωάννης ὁ Χρυσόστομος

Η εμφάνιση του Κυρίου, η ψηλάφηση και ο έλεγχος των αιρετικών

Περιγραφή της εμφάνισης του Χριστού, της απαίτησης του Θωμά για απτή απόδειξη και της ψηλάφησης, γεγονότα που οδηγούν στην ομολογία της θεότητας και στην καταδίκη της αρειανικής ιεροσυλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἐγὼ Χριστὸν Κύριον καὶ Θεὸν ἐδιδάχθην· ἐψηλάφησα τῇ χειρὶ, καὶ τὴν ἀλήθειαν εὗρον· οἰκείοις ἐπιστώθην δακτύλοις· οὐκ ἄλλος ὑπέθετό μοι τὸ δόγμα, οὐκ ἐξ ἀκοῆς ἔχω τὸ θαῦμα, οὐκ ἐπίστευσα τοῖς εἰποῦσί μοι, Ἑωράκαμεν τὸν Κύριον· ἐμαχεσάμην τοῖς ἀποστόλοις, ἀντέκρουσα Πέτρῳ διδάσκειν με πειρωμένῳ· εἶπον πρὸς αὐτὸν, Ἄνθρωπε, τί με ταράττεις; τί μοι λόγους ἀντὶ πραγμάτων χαρίζῃ; τί μοι κελεύεις ἀπὸ ῥημάτων πιστεύειν;

Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω. Ὡς εἶδες καὶ σὺ, ἴδω κἀγώ· ὡς ἐδιδάχθης, διδαχθῶ· ὡς ἔμαθες, μάθω. Ὃ κηρύττειν μέλλω, θεάσωμαι, καὶ κηρύττω. Οὐδεὶς ἀκούων ἀπαγγέλλει· οὐδεὶς ἀπὸ φήμης δόγμα προφέρει· οὐδεὶς ἀποδέχεταί με τὰ σὰ διαγγέλλοντα. Ἂν ἐρωτηθῶ, πῶς ἀνέστη ὁ Χριστὸς, οὐκ οἶδα τί λέξω. Ἐὰν εἴπω, Πέτρος μοι εἶπε, τίς ὡς ἀξιοπίστῳ προσέξει; Ἴδω, καὶ κηρύττω· μάθω, καὶ διδάσκω· πιστωθῶ, καὶ πιστοῦμαι.

Εἴπω κἀγὼ, Θωμᾶς ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπων. Ταῦτά μου λέγοντος, Κύριος ἐπεφάνη, καὶ τὴν μάχην ἔλυσε παραχρῆμα· καί φησι πρός με· Τί σοι γέγονε, Θωμᾶ; τί μάχῃ τῷ Πέτρῳ; τί φιλονεικεῖς τοῖς ἑταίροις; Δεῦρο, λάβε τὸ θαῦμα τῇ πείρᾳ· μάθε τὴν ἀνάστασιν ἔργῳ· φέρε τὴν χεῖρα, καὶ βλέπε τὸ σῶμα.

Εἰ χωρεῖς, κράτει· εἰ καθαροὺς ἔχεις δακτύλους, ἅψαι τῶν τύπων· εἰ πιστεύεις, καὶ φθάσεις· εἰ δὲ φιλονεικεῖς, οὐχ εὑρίσκεις· εἰ ἀπιστεῖς, οὐ γνωρίζεις· εἰ ἀμφιβάλλεις, τὸ παθητὸν οὐ κατέχεις· εἰ πάθος ἔχεις, τὸ ἀπαθὲς οὐ μανθάνεις. Ταῦτα ἀκούσας ἐκάθηρα τὴν ψυχὴν ἀπιστίας· ἀπεδυσάμην τὴν ἀμφίβολον γνώμην· ἀνέλαβον τὸν νοῦν πεπεισμένον· ἡψάμην τοῦ σώματος χαίρων καὶ τρέμων· ἐξήπλωσα μετὰ τῶν δακτύλων καὶ τὸ τῆς ψυχῆς ὄμμα, καὶ δύο λοιπὸν ἐνεργ[ε]ιῶν ᾐσθόμην.

Ἐκράτουν, καὶ ἑώρων· καὶ τῇ μὲν χειρὶ σῶμα κατεῖχον, τῇ δὲ ψυχῇ Θεὸν κατενόουν· καὶ τὸ ἔξωθεν ηὕρισκον θαυμαστὸν, καὶ τὸ ἔσωθεν φοβερόν· καὶ τὸ φαινόμενον, μέγα, καὶ τὸ κρατούμενον, θαῦμα. Ἐβόησα τοίνυν ἐκπλαγεὶς ὃ κατέλαβον· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· οὐδαμοῦ γὰρ ἔβλεπον δοῦλον, οὐδαμοῦ ταπεινὸν ἐφαίνετο σχῆμα· καὶ τὸ συγγενὲς ἐξέλαμπε, καὶ τὸ θεῖον ἐξήστραπτε· καὶ τὸ φορούμενον ὑψοῦτο, καὶ τὸ φοροῦν ἐδεδόξαστο· καὶ δύο νοουμένων πραγμάτων, ἓν ἦν τὸ προσκυνούμενον πρόσωπον. Ταῦτα ἐγὼ πείρᾳ παρέλαβον, ταῦτα δακτύλῳ ἐκράτησα, ταῦτα ψυχῇ κατενόησα. Σὺ δὲ, Ἄρειε, πόθεν τὸ βλάσφημον ἐδιδάχθης; πόθεν ἔμαθες, ἃ κηρύττεις; Χριστὸν ἐψηλάφησας ὡς ἐγώ; τὴν χεῖρα προσήνεγκας; τοὺς τύπους ἠρεύνησας; οἱ δάκτυλοι μαρτυροῦσί σοι; κατέσχες τὸν Κύριον σύ; εἰς ποίαν χεῖρα; εἰς ἣν ἥρπασας τὰ κειμήλια; εἰς ἣν τοὺς ἀποστόλους ἐσύλησας; εἰς ἣν ὑπεδέξω τοῦ βαρβάρου τὰ λάφυρα; εἰς ἣν ἐκράτεις τὸν μισθὸν τῆς ἀσεβείας; εἰς ἢν ἐχώνευσας τὰ σκεύη τοῦ αἵματος; εἰς ταύτην Χριστὸν ἐψηλάφησας; Μὴ γένοιτο. Οὐχ οὕτως ἄδικος ὁ Δεσπότης, οὐχ οὕτως ἐπισφαλὴς ὁ Χριστὸς, ἵνα σοι τὴν ἰδίαν ἐμπιστεύσῃ σάρκα. Οὐκ ἐκράτησας, ὃν ἠθέτησας· οὐκ ἐψηλάφησας, ὃν ἐμίσησας· οὐκ ἠρεύνησας, ὃν ἐσμίκρυνας. Εἰ γὰρ ἠρεύνησας, οὐκ ἂν ἐταπείνωσας· εἰ καλῶς ἐξεζήτησας, οὐκ ἂν οὕτω κακῶς παρηρμήνευσας.