Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Θωμᾶν τὸν ἀπόστολον

Ἰωάννης ὁ Χρυσόστομος

Τελική ικεσία και αναγγελία της πτώσης της αιρέσεως

Διατύπωση της βεβαιότητας για την οριστική ήττα της αρειανικής κακοδοξίας και καταληκτήρια προσευχή προς τον απόστολο για ειρήνη και προστασία της ορθής πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἄπαγε, ἀπόλαυε τῆς κακίας, πῖπτε μετὰ τῶν οἰκείων συμμάχων. Τέως ἕνα σου κατέβαλον πύργον· τέως τὴν Θρᾴκην ἠλευθέρωσα τῆς σῆς τυραννίδος· ἔτι μικρὸν καὶ πανταχόθεν σε καταλύω ἔτι μικρὸν καὶ διώκω σε τῆς οἰκουμένης. Ἄρτι σου τὴν κεφαλὴν ἀφαιροῦμαι· ἄρτι καὶ τὴν δύσιν ἀπαλλάττω τῆς σῆς ἀπονοίας.

Ναὶ, μακάριε Θωμᾶ, πλήρωσον ἔργῳ τὸν λόγον· ἀκολούθησον τῇ φωνῇ σου· καλὴν τὴν ἀρχὴν βεβαίωσον καὶ τῷ τέλει. Ὡς τὴν Θρᾴκην ἠλευθέρωσας, ἐλευθέρωσον καὶ τὴν Δύσιν. Ἀκούσω καὶ τὸν λῃστὴν ὡς τὸν τύραννον ἐκκοπέντα· στεφάνωσον τὸν βασιλέα τῇ νίκῃ, βράβευσον εἰρήνην τῷ κόσμῳ, δέξαι τοὺς ἱδρῶτας τῶν συνελθόντων, δέξαι τὴν πόλιν ἱκετεύουσάν σοι· τὴν κοινὴν πᾶσαν ἡλικίαν ἀπέστειλέ σοι πρεσβείαν. Γέροντες καὶ νέοι προσπίπτομέν σου τῷ τάφῳ· παρθένοι καὶ νεανίσκοι περιπλεκόμεθά σου τῷ σώματι· νήπια στρουθίων δίκην ἀτενίζουσι πρὸς σὲ κεχηνότα· μὴ παρίδῃς σχῆμα τοιοῦτον· μὴ κενοὺς ἡμῶν ἀποπέμψῃς τοὺς πόνους· δὸς ἡμῖν ἄξιον μισθὸν τῶν ἱδρώτων. Οὐδὲν ἀπαιτοῦμέν σε μέγα· ἅπερ ἔχεις, αἰτοῦμεν· ἃ δίδως, ζητοῦμεν· ἃ θέλεις ἰδεῖν, ἐπιθυμοῦμεν· τὸν βάρβαρον ἡττηθέντα, τὸν Ἄρειον ἐλαθέντα, τὸν Βασιλέα στεφανωθέντα, τὸν κόσμον ἐπιστραφέντα, τὸν Χριστὸν ὑψωθέντα, καὶ παρὰ πάσης ὁμοῦ τῆς οἰκουμένης ἀκούοντα, Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ᾧ ἡ δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.