Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἀπόστολον Παῦλον
Οι αρετές, οι αγώνες και οι θλίψεις του Αποστόλου
Ανάλυση της μεταστροφής, των πολλαπλών πνευματικών ιδιοτήτων και των αδιάκοπων δοκιμασιών του Αποστόλου Παύλου για τη σωτηρία των ανθρώπων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι αρετές, οι αγώνες και οι θλίψεις του Αποστόλου
Ανάλυση της μεταστροφής, των πολλαπλών πνευματικών ιδιοτήτων και των αδιάκοπων δοκιμασιών του Αποστόλου Παύλου για τη σωτηρία των ανθρώπων.
Ὁ γὰρ Παῦλος οὐ Παῦλος ἡμῖν μόνον, ἀλλὰ καὶ Σαῦλος· οὐκ ἀπ<όστο>λος, ἀλλὰ καὶ διώκτης· οὐ Χριστοῦ δοῦλος μόνον, ἀλλὰ καὶ πολέμιος πρότερον· οὐ κυβερνήτης μόνον, ἀλλὰ καὶ πολέμιος· οὐ νυμφαγωγὸς τῆς ἐκκλησίας μόνον, ἀλλὰ καὶ τῆς νύμφης ἐπίβουλος· οὐ σκεῦος ἐκλογῆς μόνον, ἀλλὰ καὶ ὀργῆς· οὐ ποιμὴν μόνον, ἀλλὰ καὶ λύκος· οὐκ ἐθνῶν μόνον κῆρυξ, ἀλλὰ καὶ πρόμαχος Ἰουδαίων.
Ποῖα τοίνυν εἴπω τοῦ ἀθλητοῦ, τὰ πρῶτα ἢ τὰ δεύτερα; Τὸν ἐν τῷ νόμῳ ζῆλον ἢ τὴν ἐν τῇ χάριτι μέθην; Τὴν ὑπὲρ τῆς συναγωγῆς προθυμίαν ἢ τὴν ὑπὲρ τῆς ἐκκλησίας μανίαν; Τί πλέον θαυμάσω τοῦ ἀθλητοῦ, πράξεις ἢ λόγους, τρόπους ἢ κινδύνους, οἰκονομίας ἢ θαυματουργίας, τὸν νενεκρωμένον αὐτοῦ βίον ἢ τὸν ζωῆς γέμοντα θάνατον;
Οὐκ οἶδα τὸν θαυμαστὸν τοῦτον τί χρὴ καὶ προσειπεῖν. Γεωργὸν αὐτὸν εἴπω; «Ἐγώ» φησιν «ἐφύτευσα.» Οἰκοδόμον αὐτὸν εἴπω; «Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθηκα.» Δρομέα αὐτὸν προσαγορεύσω; «Οὕτως τρέχω ὡς οὐκ ἀδήλως.» Πύκτην αὐτὸν ὀνομάσω παίοντα τοῦ διαβόλου τὴν κεφαλήν; «Οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων.» Παλαιστὴν προσείπω; «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα.» Στρατηγὸν αὐτὸν εἴπω τὴν παράταξιν τοῦ Χριστοῦ τάττοντα; «Ἐνδύσασθέ» φησιν «τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ ἐχθροῦ.» Χειροτέχνην καλέσω, τοῖς οἰκείοις μόχθοις τρέφοντα τοὺς πιστούς; «Ταῖς χρείαις μου» γάρ φησι «καὶ τοῖς σὺν ἐμοὶ ὑπηρέτησαν αἱ χεῖραι αὗται.» Ἀλλὰ πρότερον μὲν σκηνὰς ἀπὸ δερμάτων ἐποίει, ὕστερον δὲ τῶν ἐν οὐρανοῖς σκηνῶν τοῖς πιστοῖς ἐγένετο πρόξενος.
Τὴν γῆν αὐτὸν εἴπω διὰ τὸν Χριστὸν περιτρέχοντα, εἰς παράδεισον ἁρπαζόμενον, εἰς τρίτον οὐρανὸν ἀνιόντα, ἀπορρήτων τῷ Χριστῷ κοινωνοῦντα. Ἠβουλόμην σήμερον ἑκατόν μοι γλῶσσας γενέσθαι, καὶ στόματα τοσαῦτα, καὶ διάνοιαν πολυόμματον, καὶ φωνὴν σάλπιγγος λαμπροτέραν, ὥστε δυνηθῆναι τῶν μικρῶν διεξελθεῖν τοῦ Παύλου κατορθωμάτων, καὶ αὐτὸς μὲν ἁγιασθῆναι, ὑμᾶς δὲ βελτίους ποιῆσαι, ἀποδοῦναι δὲ τοῦ μακαρίου μέρος τι τοῦ ὀφειλήματος.
Παύλῳ γὰρ οἱ πιστοὶ πάντες ὀφείλομεν τροφέα, οὐ τῶν νῦν αὐτοῦ λόγων μόνον ἧς καθ’ ἡμέραν ἀρδευόμεθα, ἀλλὰ καὶ τῶν πάλαι πεπονημένων ὑπὲρ τῆς ἁπάντων σωτηρίας αὐτῷ. Ὁ μὲν γὰρ ἠλαύνετο καὶ ἐδιώκετο πανταχοῦ, ἡμεῖς δὲ πρὸς τὸν θεὸν συνηγόμεθα.
Ὁ μὲν γὰρ ἔπασχεν μυρία δεινά, ἡμεῖς δὲ τοῖς ἐκείνου πάθεσιν ἐθεραπεύμεθα τὰς ψυχάς. Ἀπέθνῃσκεν ἐκεῖνος, καὶ ἡμεῖς ἐζῳογονούμεθα. Ἄκουε λέγοντος αὐτοῦ· «Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.» Οὗτος γὰρ τὸ μὲν αὐτὸς σωφρόνως καὶ δικαίως βιοῦν καὶ θαυμάσιός τι<ς> γενέσθαι καὶ ἄριστος μικρὸν ἡγήσατο καὶ οὐδέν, ἑτέρους δέ τινας ἔτρεχεν δρόμους μακροτέρους καὶ μείζονας· καὶ τοὺς ἀνθρώπους ἔσπευδεν πάντας ὑπεξάγειν τῆς ἀσεβείας, καὶ ἑαυτῷ παραπλησίοις ποιεῖν, καὶ τὴν μὲν κακίαν τῶν ψυχῶν ἐξορίζειν, φιλοσοφίαν τε πᾶσαν καὶ ἀρετὴν ἀντεισάγειν.
Ἠνύετο δὲ ταῦτα οὐκ ἀπραγμόνως αὐτῷ, οὐδὲ μετ’ ὀλίγων κινδύνων. Ἀλλὰ γὰρ καὶ ἀρχόντων θυμοὺς ἔφερεν, καὶ βασιλέων αἰκήσεις, καὶ δήμων ἐφόδους, καὶ Ἰουδαίων μανίας, καὶ τῶν οἰκείων ἐπαναστάσεις· καὶ πρὸς ὅλην τὴν οἰκουμένην πόλεμος ἦν αὐτῷ, καὶ ὑπὲρ τούτων τῶν ἄθλων οὐχ ἁπλῶς καὶ δὶς μόνον, ἀλλὰ καὶ καθ’ ἡμέραν ἀπέθνῃσκεν.
Καὶ κίνδυνοι διεδέχοντο κινδύνους, καὶ ἀγῶνες ἀγῶνας· καὶ κόρος οὐδεὶς ἦν αὐτῷ[. Μὴ] δεσμὰ φέρων καὶ ὕβρεις καὶ ἐπιβουλὰς καὶ δεσμωτήρια καὶ πληγάς, καὶ εἰς τὸ περί του μηκέτι εἶναι φόβον αὑτὸν καθιστάς. Ἀλλ’ ὅμως αὐτὸς τούτου <οὐκ> ἀπέστησεν τοῦ ἐγχειρήματος· ἀλλ’ ἀντέσχεν εὐψύχως πρὸς πάντα, ἕως τοὺς ἀνθρώπους μικροῦ πάντας ᾐχμαλώτευσεν εἰς ζωήν, καὶ τὴν πλάνην ἐπόρθησεν, καὶ τὰ φρούρια τοῦ διαβόλου καθεῖλεν, καὶ τὴν οἰκουμένην πᾶσαν ἀσεβείας νόσῳ κατειλημμένην ἰάσατο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.