Εἰ γὰρ ἐκεῖνος, φησὶ, ἀσύγγνωστος, σὺ ὁ μετὰ παράδειγμα τοιοῦτον μὴ σωφρονισθεὶς, τίνος ἄξιος, εἰπέ μοι; Οὐδὲ γὰρ εἰς ἄγνοιαν ἔχεις καταφυγεῖν. Οὐδὲ πάντα ταῦτα ᾔδεις; Τίνα τίνος προτιμᾷς; τοὺς οὐκ ἀκούοντας, οὐδὲ βλέποντας; Καὶ σὺ ὁ υἱὸς αὐτοῦ, Βαλτάσαρ, οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατ᾽ ἐνώπιον τοῦ Θεοῦ. Οὐ πάντα ταῦτα ἔγνως; Καὶ ἐπὶ τὸν Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου· καὶ σὺ, καὶ οἱ μεγιστᾶνές σου, καὶ οἱ παράκοιτοί σου, καὶ αἱ παλλακαί σου ἐπίνετε οἶνον ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους, οἳ οὐ βλέπουσι, καὶ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν Θεὸν, οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. Διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν ταύτην ἐνέταξε. Καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη· Μανὴ, Θεκὲλ, Φαρές· καὶ τοῦτο τὸ σύγκριμα τοῦ ὁράματος. Μανή· ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν. Θεκέλ· ἐστάθη ἐν ζυγῷ, καὶ εὑρέθη ὑστεροῦσα.