Καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Τοῦτο γὰρ ἐν ἐκείνῳ τῷ ζώῳ, τὸ γαῦρον. Ταπεινὸς, φησὶ, ἥμερος, χειροήθης ἐγένετο ὁ βασιλεύς. Καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Ἐπὶ τῶν Περσῶν ἐγένετο τὸ βραδὺ τῶν ἀνθρώπων. Ἐπὶ Μήδων καὶ Περσῶν τρία πλευρὰ, ἤτοι τόπους, ἢ τὰς βασιλείας, ἃς συνεῖλεν. Ἔλεγον αὐτῷ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Οὗτοι γὰρ εἷλον καὶ Βαβυλῶνα, καὶ τὰς πολλὰς εἰργάσαντο συμφοράς. Ὀπίσω τούτου ἐθεώρουν· καὶ ἰδοὺ ἕτερον θηρίον, ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ· καὶ ἐξουσία ἐδόθη αὐτῷ. Εἶτα, φησὶ, πάρδαλις· Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, πᾶσαν διαπτὰς τὴν οἰκουμένην. Οὐδὲν γὰρ τούτου γοργότερον, οὐδὲ ὀξύτερον γέγονεν, ἀλλὰ σφοδρός τις ἦν καὶ ὀξὺς, καθάπερ τοῦτο τὸ θηρίον. Τέσσαρα, φησὶ, πτερὰ πετεινοῦ ὑπεράνω αὐτῆς. Τουτέστιν, ἅπασαν προσέλαβε τὴν ἰσχύν. Πέρσας γὰρ εἰς δέκα τρεῖς βασιλείας διελὼν, ἅπαντας ἐχειρώσατο. Εἶδες αὐτοῦ τὴν ταχυτῆτα; Καὶ ἀπὸ τῆς φύσεως τοῦ θηρίου, καὶ ἀπὸ τῶν πτερῶν. Πᾶσαν διέδραμε τὴν οἰκουμένην. Καὶ κεφαλαὶ, φησὶ, τέσσαρες τῷ θηρίῳ. Καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία ἐδόθη αὐτῷ.