Ἐν τῇ πρώτῃ, Προσῆλθε, φησὶ, καὶ ἠρώτησα. Ἐνταῦθα οὐκέτι. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος. Καὶ ἕτερος ἠρώτησεν, ἤτοι ἀγνοῶν, ἵνα οὗτος μάθῃ. Καὶ ἀπεκρίνατο, φησί. Καὶ ἐπ᾽ ἐσχάτων τῆς βασιλείας, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ. Ὅρα πῶς δείκνυσιν αὐτοῖς, ὅτι αὐτοὶ αἴτιοι. Διὰ τοῦτο οὐ φανεροῖ τοὺς λόγους, ἵνα μὴ ἐθελοκακήσαντες μένωσιν· εἰ γὰρ, μηδενὸς τούτων εἰρημένων, ἔμενον, πολλῷ μᾶλλον, φανερωθέντων· καὶ ἵνα μάθῃς ὅτι πανταχοῦ τὸ Πνεῦμα ἰσχὺν ἔχει, καὶ ὅτι πάντα πρόοιδεν ὁ Θεὸς, καὶ ὅτι εἰδὼς ἁμαρτήσοντας ἀνήγαγε. Καὶ ὅρα, ἐπειδὴ εἶπεν ἐνιαυτοὺς, ὀλίγος χρόνος ἐφαίνετο, εἰς ἡμερῶν ἀναλύει ἀριθμὸν, ἵνα τῷ πλήθει φοβήσῃ, οὐχ ἡμέρας, ἀλλὰ καὶ νύκτας ἀριθμῶν. Καὶ ἐνδιατρίβει τῇ τραγῳδίᾳ τῇ κατὰ Ἀντίοχον, ἵνα κἂν οὕτω φοβήσῃ. Καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. Τουτέστιν, ὅτι ἠδύνατο ὁ Θεὸς κωλῦσαι αὐτὸν, ἀλλ᾽ ἐπέτρεψε διὰ τὰς ἁμαρτίας, καὶ οὐχ ἁπλῶς ἁμαρτόντων, ἀλλ᾽ ἡνίκα ἐπληρώθησαν. Ἆρα μέτρον τί ἐστιν; Οὔπω γὰρ ἂν ἐπεπλήρωντο, φησὶ, αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Καὶ ὅρα, οὔπω λοιπὸν ἐμπρησμὸς, ἀλλὰ σφαγῶν ἀναιρέσεις. Ἐπειδὴ γὰρ ἔμελλόν τινες εἶναι οἱ καλοὶ, καὶ προϊστάμενοι τῶν πατέρων, καὶ τὰ τῆς τιμωρίας ἐλάττω γέγονε. Ταῦτα δὲ λέγεται, ἵνα μὴ ταῖς νίκαις ταῖς ἐπὶ Ζορωβάβελ ἐπαρθέντες, ῥᾴθυμοι γίνωνται.