Τίνος ἕνεκεν ἡ νηστεία; Καὶ αὕτη τῶν ἐν παραδείσῳ ἀνεμίμνησκεν. Τοῦτο αὐτοῖς ἔθος ἐστὶ, τὰ βασανίζοντα διώκειν. Οὐδὲ τῆς γῆς ἄξιός εἰμι, φησὶν, οὐδὲ τῶν ἱματίων, οὐδὲ τῶν κατὰ φύσιν πραγμάτων, ἀλλὰ χαλεπωτέρας τιμωρίας, ὁ τὰ Περσικὰ περιβεβλημένος ὑφάσματα, ὁ τιάραν ἔχων Περσικήν. Καὶ τί φησι; Ἴδωμεν τὴν ἐξομολόγησιν. Καὶ προσηυξάμην πρὸς Κύριον τὸν Θεόν μου. Ὅρα τὸ φίλτρον τὸ περὶ τὸν Δεσπότην. Τὸν Θεόν μου, φησί· ὃν οὐκ ἐτόλμα ἱκετεύειν, τοῦτον Θεὸν αὐτοῦ καλεῖ. Ἔτι ἐμοῦ λαλοῦντος, καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥίπτοντος τὸν ἔλεόν μου ἔναντι Κυρίου τοῦ Θεοῦ μου, ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ Θεοῦ μου· καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετώμενος· καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς. Καὶ συνέτισέ με, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ, καὶ εἶπεν· Δανιὴλ, νῦν ἐξῆλθον, συμβιβάσαι σε σύνεσιν. Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. Καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ὥστε καὶ ὅταν λέγωσιν ἡμῖν οἱ Ἰουδαῖοι· Διὰ τί ἐν τῷ Ἡσαΐᾳ, τοῦ Ὀζίου περὶ τοῦ πολέμου δεδιότος, καὶ τῆς ἐφόδου τῶν δύο βασιλέων, ὁ προφήτης ἐξελθὼν ἔδωκεν αὐτοῖς σημεῖον, μετὰ μυρία ἔτη συμβαῖνον;