Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Δανιὴλ προφήτην

Ἰωάννης ὁ Χρυσόστομος

Παραρτήματα: Η αναίρεση της λατρείας του Βηλ και του δράκοντα

Ερμηνεία των τελευταίων διηγήσεων (κεφάλαια 13 και 14) σχετικά με την αποκάλυψη της απάτης των ιερέων του Βηλ, τη θανάτωση του δράκοντα και τη θαυμαστή διατροφή του Δανιήλ από τον Αμβακούμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 12

ΚΕΦΑΛ. ΙΓʹ. Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ. Καὶ ἦν Δανιὴλ συμβιώτης τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. Τὰ κατὰ τὸν Βὴλ ἡμῖν ἀνέγραψεν ὁ Δανιήλ. Οὐχ ὁρᾷς, φησὶ, πόσα ἐσθίει καὶ πίνει; Βαβαὶ, ἡλίκον τεκμήριον θεοῦ, καὶ γνώρισμα, τὸ πολλὰ ἐσθίειν καὶ πίνειν. Ὁ Δανιὴλ οὐκ εἶπε τοῦτο· Τοῦτο οὖν Θεὸς, εἰπέ μοι; ἀσθενὴς γὰρ ἦν ἐκεῖνος· ἀλλ᾽ ἐκ περιουσίας ἐνίκησεν. Ἐγώ σοι τὸν Θεὸν [τὸν] κτίσαντα τὸν οὐρανὸν λέγω καὶ τὴν γῆν· σὺ δέ μοι γαστέρα μαινομένην παράγεις εἰς μέσον; Τοῦτο μάλιστα οὐκ ἂν εἴη Θεοῦ· Θεὸς γὰρ οὐ πεινάσει, οὐ κοπιάσει. Ἀλλ᾽ οὐ βούλεται ἀπὸ λογισμῶν, ἀλλὰ ἀπὸ πραγμάτων νικᾷν. Καὶ τιμωρίαν ὥρισεν αὐτὸς ὁ βασιλεύς. Τίνος ἕνεκεν οὐχὶ παρόντων ἐσθίει, ἀλλ᾽ ἐν νυκτί; Πῶς ἐκεῖνοι τοῦτο οὐ συνεῖδον, ὅτι ἤμελλον διὰ τῆς βοηθείας ἐλέγχεσθαι; Ὅταν Θεὸς οἰκονομῇ, μηδὲν θαυμάσῃς. Καὶ ἀπέκτεινεν αὐτοὺς, φησί.

Τί οὖν πάλιν ἐπὶ τοῦ δράκοντος; θηρίον τις προσκυνεῖ; Καὶ τοῦτον ἀνεῖλεν. Ὁρᾷς πῶς ἀνόητοι, πῶς ἄνανδροι οἱ βασιλεῖς τῶν Περσῶν; Ἐκδίδωσι τὸν Δανιήλ. Τίνος ἕνεκεν, μετὰ τὴν νίκην τὴν οὕτω λαμπράν; Ὁ δὲ Ἀμβακοὺμ, φησὶ, ἄριστον ἤνεγκε τῷ Δανιήλ.

Ὅρα τὸ θαῦμα. Μὴ γὰρ οὐκ ἦν δυνατὸν αὐτῷ ἄλλοθεν ἐνεχθῆναι, ἀλλ᾽ ἀπὸ τῆς Ἰουδαίας; Τοῦτο φίλον ἦν τῷ προφήτῃ, ἵνα μὴ τὰ αὐτὰ ποιήσῃ πάλιν, καθάπερ ἐπὶ τοῦ εὐνούχου, ἵνα μὴ νομίσας ἠλισγῆσθαι τὴν τράπεζαν, τὸν λιμὸν ἐπιτείνῃ. Πόθεν ἔγνω τὸν Ἀμβακούμ;

Ἀπὸ τῆς συγγενείας τῆς κατὰ τὴν φωνήν. Ἔμελλεν αὐτὸς κήρυξ γίνεσθαι τοῖς κατὰ τὴν Ἰουδαίαν θαύματος μεγίστου. Πῶς οὐκ ἐφοβήθη τὰ θηρία ὁ ἄνθρωπος; Οὗτος μὲν ἤσθιεν, ἐκεῖνα δὲ ἐνήστευον. Ἔστω, τοῦ σώματος ἀπείχετο τοῦ δικαίου· τίνος ἕνεκεν καὶ τῆς τροφῆς; Ὥσπερ κημός τις καὶ χαλινὸς κατεῖχεν ἐκεῖνα.