Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Δαυὶδ καὶ τὸν Σαούλ

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Β': Η ανωτερότητα της πνευματικής νίκης και η έξοδος από το σπήλαιο

Προοίμιο για την ωφέλεια από τον έπαινο της αρετής, η σημασία της αναίμακτης νίκης του Δαβίδ έναντι του Σαούλ και η ταπεινή στάση του μετά την έξοδο από το σπήλαιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

ΟΜΙΛΙΑ Βʹ. Ὅτι μέγα ἀγαθὸν οὐ τὸ μετιέναι μόνον ἀρετὴν, ἀλλὰ καὶ τὸ ἐπαινεῖν ἀρετήν· καὶ ὅτι μεῖζον ἔστησε τρόπαιον φεισάμενος τοῦ Σαοὺλ ὁ Δαυῒδ, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε· καὶ ὅτι ἑαυτὸν μᾶλλον ἢ τὸν Σαοὺλ ὠφέλησε τοῦτο ποιήσας· καὶ εἰς τὴν ἀπολογίαν αὐτοῦ τὴν πρὸς τὸν Σαούλ. αʹ. Ὑμεῖς μὲν πρώην ἐπῃνέσατε τὸν Δαυῒδ τῆς ἀνεξικακίας· ἐγὼ δὲ ὑμᾶς ἐθαύμασα τῆς περὶ τὸν Δαυῒδ εὐνοίας τε καὶ φιλοστοργίας. Οὐ γὰρ δὴ μόνον τὸ μετιέναι καὶ ζηλοῦν ἀρετὴν, ἀλλὰ καὶ τὸ τοὺς μετιόντας ἐπαινεῖν καὶ θαυμάζειν, φέρει τινὰ μισθὸν ἡμῖν οὐ μικρόν· ὥσπερ οὖν οὐ μόνον τὸ ζηλοῦν κακίαν, ἀλλὰ καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει κόλασιν οὐ τὴν τυχοῦσαν ἡμῖν, καὶ εἰ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, αὐτῶν τῶν ἐν πονηρίᾳ ζώντων χαλεπωτέραν.

Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δείκνυσιν ὁ Παῦλος ἐν οἷς φησιν· ἐπειδὴ γὰρ κακίας ἅπαν εἶδος ἠρίθμησε, καὶ τῶν καταπατούντων τοὺς τοῦ Θεοῦ νόμους κατηγόρησεν ἁπάντων, ἐπήγαγε λέγων περὶ αὐτῶν ἐκείνων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ γνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι· διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε. Ὁρᾷς ὅτι διὰ τοῦτο οὕτως εἶπεν, ἵνα δείξῃ τοῦτο ἐκείνου χαλεπώτερον ὄν. Τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἐπαινεῖν τοὺς ἁμαρτάνοντας, πολὺ μεῖζον εἰς κολάσεως λόγον· καὶ μάλα εἰκότως· διεφθαρμένης γάρ ἐστι γνώμης καὶ ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος. Ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας, χρόνῳ ποτὲ ἑαυτὸν δυνήσεται ἀνακτήσασθαι· ὁ δὲ ἐπαινῶν πονηρίαν, τῆς ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν. Ὥστε εἰκότως τοῦτο ἐκείνου χαλεπώτερον ὁ Παῦλος εἶναι ἀπέδειξεν.

Ὥσπερ οὖν οὐχ οἱ τὰ φαῦλα πράσσοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς, ἢ καὶ χαλεπωτέρας, ἐκείνοις κοινωνοῦσι κολάσεως· οὕτως οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες καὶ θαυμάζοντες, συμμερισταὶ τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσί.

Καὶ τοῦτο αὐτὸ πάλιν ἀπὸ τῆς Γραφῆς ἔστιν ἰδεῖν. Πρὸς γὰρ τὸν Ἀβραὰμ διαλεγόμενός φησιν ὁ Θεός· Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι. Τοῦτο καὶ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων συμβαῖνον ἴδοι τις ἄν. Οὐ γὰρ ὁ τὸν στέφανον περικείμενος ἀθλητὴς, οὐδὲ ὁ τοὺς πόνους ὑπομένων καὶ τοὺς ἱδρῶτας μόνον, ἀλλὰ καὶ ὁ θαυμαστὴς τοῦ νενικηκότος οὐκ ὀλίγην ἐκ τῆς εὐφημίας ἐκείνης καρποῦται τὴν ἡδονήν. Διά τοι τοῦτο οὐχὶ τὸν γενναῖον ἐκεῖνον τῆς φιλοσοφίας μακαρίζω μόνον, ἀλλὰ καὶ ὑμᾶς τῆς περὶ αὐτὸν εὐνοίας.

Ἐπάλαισε μὲν γὰρ ἐκεῖνος, καὶ ἐνίκησε, καὶ ἐστεφανώθη· ἐπαινέσαντες δὲ τὴν νίκην ὑμεῖς, οὐ μικρὸν τοῦ στεφάνου μέρος λαβόντες ἀπήλθετε. Ἵν᾽ οὖν μείζων ἡ ἡδονὴ γένηται καὶ πλέον τὸ κέρδος, φέρε καὶ τὰ λειπόμενα τῆς ἱστορίας ἀποδῶμεν ὑμῖν. Εἰπὼν γὰρ ὁ συγγραφεὺς τὰ ῥήματα, δι᾽ ὧν παρῃτήσατο τὴν σφαγὴν, ἐπήγαγεν, ὅτι Οὐκ ἔδωκεν αὐτοῖς ἀναστῆναι καὶ ἀποκτεῖναι τὸν Σαοὺλ, ὁμοῦ καὶ τὴν ἐκείνων ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν, καὶ τὴν ἀνδρείαν τὴν τούτου δεῖξαι βουλόμενος. Καίτοι γε πολλοὶ τῶν ἐχθρῶν, καὶ οἱ δοκοῦντες φιλοσοφεῖν, κἂν αὐτοὶ μὴ καταδέξωνται ἀνελεῖν, ὑφ᾽ ἑτέρων ἀναιρεῖσθαι μέλλοντας οὐκ ἂν ἕλοιντο κωλῦσαι. Ὁ δὲ Δαυῒδ οὐχ οὕτως, ἀλλ᾽ ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὐ μόνον αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ ἑτέρους βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι τὸν Δαυῒδ μᾶλλον κινδύνῳ τότε περιπεπτωκέναι εἰπὼν, ἢ τὸν Σαούλ. Οὐ γὰρ τὸν τυχόντα ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ᾽ ἐκείνων· οὐδὲ οὕτως ἐδεδοίκει μέλλων αὐτὸς ἀποσφάττεσθαι, ὡς ἐδεδοίκει μήποτε τῶν στρατιωτῶν τις ἐνδοὺς τῷ θυμῷ διαφθείρῃ τὸν ἄνθρωπον· διὰ τοῦτο καὶ δικαιολογίαν τοιαύτην συνέθηκε.

Καὶ γὰρ κατηγόρουν μὲν ἐκεῖνοι, κατηγορεῖτο δὲ ὁ καθεύδων, ἀπελογεῖτο δὲ ὁ πολέμιος, ἐδίκαζε δὲ ὁ Θεὸς, καὶ τὴν τοῦ Δαυῒδ ψῆφον ἐκύρωσεν.

Οὐ γὰρ ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς ἴσχυσεν ἂν τῶν μαινομένων ἐκείνων περιγενέσθαι· ἀλλ᾽ ἡ τοῦ Θεοῦ χάρις ἦν ἡ τοῖς χείλεσιν ἐγκαθημένη τοῦ προφήτου, καὶ πειθώ τινα δοῦσα τοῖς ῥήμασιν ἐκείνοις. Οὐ μικρὸν δὲ καὶ ὁ Δαυῒδ συνεβάλετο· ἐπειδὴ γὰρ αὐτοὺς τὸν ἔμπροσθεν χρόνον οὕτως ἐπαίδευε, διὰ τοῦτο ἐν τῷ καιρῷ τῶν ἀγώνων παρεσκευασμένους εὗρε καὶ εἴκοντας. Οὐ γὰρ ὡς στρατηγὸς στρατιωτῶν, ἀλλ᾽ ὡς ἱερεὺς, οὕτως αὐτῶν προειστήκει, καὶ ἦν ἐκκλησία τὸ σπήλαιον ἐκεῖνο λοιπόν.

Καὶ γὰρ ὥσπερ τις ἐπισκοπὴν λαχὼν, οὕτω πρὸς αὐτοὺς ἐποιήσατο ὁμιλίαν· καὶ μετὰ τὴν ὁμιλίαν ταύτην θυσίαν ἀνήνεγκε θαυμαστήν τινα καὶ παράδοξον, οὐ μόσχον καταθύσας, οὐκ ἀρνίον κατασφάξας, ἀλλ᾽, ὃ πολλῷ τούτων τιμιώτερον ἦν, πραότητα καὶ ἐπιείκειαν ἀναθεὶς τῷ Θεῷ, καὶ τὸν ἄλογον καταθύσας θυμὸν, καὶ τὴν ὀργὴν ἀποκτείνας, καὶ νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο αὐτὸς καὶ ἱερεῖον, καὶ ἱερεὺς, καὶ θυσιαστήριον. Ὅ τε γὰρ προσενεγκὼν τὴν πραότητα καὶ τὴν ἐπιείκειαν λογισμὸς, ἥ τε ἐπιείκεια καὶ ἡ πραότης καὶ ἡ καρδία, ἐν ᾗ ταῦτα προσεφέρετο, ἅπαντα ἦν παρ᾽ αὐτῷ.

βʹ. Ἐπεὶ οὖν προσήνεγκε τὴν καλὴν ταύτην θυσίαν, καὶ τὴν νίκην ἀπήρτισε, καὶ οὐδὲν τῷ τροπαίῳ ἐνέλιπεν, ἀνέστη λοιπὸν ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν γεγενημένων οὐδὲν εἰδώς. Ἐξῄει δὲ καὶ ὁ Δαυῒδ ὄπισθεν, ἐλευθέροις λοιπὸν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπων, καὶ μᾶλλον τότε γαννύμενος, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε, καὶ τὴν τοῦ βαρβάρου κεφαλὴν ἀπέτεμε.

Καὶ γὰρ αὕτη λαμπροτέρα ἐκείνης ἡ νίκη, καὶ τὰ λάφυρα σεμνότερα, καὶ τὰ σκῦλα περιφανέστερα, καὶ τὸ τρόπαιον ἐνδοξότερον. Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως· ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατωρθοῦτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο.

Ἐπανῄει τοίνυν οὐχὶ κεφαλὴν βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον καὶ ὀργὴν ἐκνενευρισμένην· καὶ ταῦτα οὐκ εἰς τὴν Ἱερουσαλὴμ ἀνετίθει τὰ λάφυρα, ἀλλ᾽ εἰς τὸν οὐρανὸν καὶ τὴν ἄνω πόλιν. Νῦν οὐχὶ γυναῖκες χορεύουσαι ἀπήντων, ταῖς εὐφημίαις αὐτὸν δεχόμεναι, ἀλλὰ τῶν ἀγγέλων ὁ δῆμος ἄνωθεν ἐπεκρότει, ἀγάμενος τὴν φιλοσοφίαν καὶ τὴν ἐπιείκειαν.

Ἐπανῄει γὰρ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς. Ὥσπερ γὰρ ὀργιζομένων ἡμῶν καὶ πυκτευόντων, καὶ πρὸς ἀλλήλους συγκρουομένων, χαίρει τε καὶ γέγηθεν ἐκεῖνος· οὕτως εἰρηνευόντων καὶ ὁμονοούντων, καὶ κρατούντων ὀργῆς, συστέλλεται πάλιν καὶ ταπεινοῦται, ἅτε ἐχθρὸς εἰρήνης ὢν, καὶ πολέμιος ὁμονοίας, καὶ βασκανίας πατήρ. Ἐξῄει τοίνυν ὁ Δαυῒδ, δεξιὰν τῆς οἰκουμένης ἀντίῤῥοπον ἔχων μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην. Καθάπερ γὰρ ἐπὶ τῶν ἄριστα πυκτευόντων, πρὸ τῆς κεφαλῆς πολλάκις οἱ βασιλεῖς τὴν δεξιὰν τοῦ πυκτεύοντος ἢ παγκρατιάζοντος ἐστεφάνωσαν· οὕτω δὴ καὶ τὴν χεῖρα ἐκείνην ὁ Θεὸς ἐστεφάνου, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην. Οὐκ ἐξῆλθεν ἔχων τὸ διάδημα τοῦ Σαοὺλ, ἀλλ᾽ ἐξῆλθεν ἔχων στέφανον δικαιοσύνης· οὐκ ἐξῆλθεν ἔχων πορφυρίδα βασιλικὴν, ἀλλ᾽ ἐξῆλθε περιβεβλημένος ἐπιείκειαν ὑπερβαίνουσαν ἀνθρωπίνην φύσιν, ἱμάτιον πάσης στολῆς λαμπρότερον.

Ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου μετὰ τοσαύτης περιφανείας, μεθ᾽ ὅσης οἱ παῖδες οἱ τρεῖς ἀπὸ τῆς καμίνου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε. Κἀκείνοις μὲν ἔξωθεν τὸ πῦρ ὁμιλοῦν οὐδὲν ἐποίησεν· οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ᾽ ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν. Ἰδὼν γὰρ αὐτὸν καθεύδοντα καὶ ἀκίνητον μένοντα, καὶ οὐδὲν δυνάμενον ἐργάσασθαι, πρὸς ἑαυτὸν εἶπε· Ποῦ νῦν ὁ θυμὸς ἐκεῖνος; ποῦ δὲ ἡ πονηρία; ποῦ δὲ αἱ τοσαῦται μαγγανεῖαι καὶ ἐπιβουλαί; Οἴχεται πάντα ἐκεῖνα καὶ ἀπόλωλεν ὕπνου μικρᾷ προσβολῇ, καὶ κεῖται δεδεμένος ὁ βασιλεὺς, οὐδὲν ἡμῶν περὶ τούτων βουλευσαμένων, οὐδὲ πραξάντων. Ἑώρα καθεύδοντα, καὶ περὶ τοῦ κοινοῦ πάντων ἐφιλοσόφει θανάτου.

Ὕπνος γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή. Οὐκ ἄν τις ἀκαίρως καὶ τοῦ Δανιὴλ ἐνταῦθα ἀναμνησθείη. Καθάπερ γὰρ ἐκεῖνος ἀνέβαινεν ἀπὸ τοῦ λάκκου, τῶν θηρίων περιγενόμενος· οὕτω καὶ οὗτος ἀπὸ τοῦ σπηλαίου, θηρίων ἑτέρων χαλεπωτέρων κρατήσας. Ὥσπερ γὰρ τῷ δικαίῳ ἐκείνῳ λέοντες ἑκατέρωθεν παρεκάθηντο, οὕτω καὶ τούτῳ λέοντες ἀγριώτεροι πάντων, τὰ πάθη ἐπετίθετο· θυμὸς τῶν παρελθόντων ἔνθεν, φόβος τῶν μελλόντων ἐκεῖθεν· ἀλλ᾽ ὅμως ἀμφότερα οὗτος κατέστελλε καὶ ἐπεστόμιζε τὰ θηρία, διδάσκων διὰ τῶν ἔργων, ὅτι οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν, οὐδὲ σφαλερώτερον τοῦ βούλεσθαι ἐκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Ὁ γοῦν βουληθεὶς ἐπεξελθεῖν, γυμνὸς καὶ ἄοπλος καὶ πάντων ἔρημος, καθάπερ αἰχμάλωτος παραδοθεὶς, οὕτως ἔκειτο· ὁ δὲ εἴκων καὶ παραχωρῶν πανταχοῦ, καὶ μηδὲ δικαίως ἐπεξελθεῖν ἑλόμενος, χωρὶς μηχανημάτων, καὶ ὅπλων, καὶ ἵππων, καὶ στρατιωτῶν, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε· καὶ ὃ δὴ μεῖζον ἁπάντων ἦν, τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπεσπάσατο.

γʹ. Οὐ γὰρ διὰ τοῦτο μακαρίζω τὸν ἅγιον ἐκεῖνον, οὐχ ὅτι τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας εἶδε τοὺς ἑαυτοῦ κείμενον, ἀλλ᾽ ὅτι εἰς χεῖρας λαβὼν ἐφείσατο. Τὸ μὲν γὰρ τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἦν, τὸ δὲ τῆς αὐτοῦ φιλοσοφίας. Πῶς ἦν εἰκὸς λοιπὸν τοὺς στρατιώτας ἐκείνῳ προσέχειν; μεθ᾽ ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν; Εἰ γὰρ μυρίας εἶχον ψυχὰς, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ τοῦ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι· ὃ δὴ μέγιστον ἐνέχυρον ἀσφαλείας ἦν αὐτῷ. Οὐκ εὐνούστεροι δὲ μόνον, ἀλλὰ καὶ προθυμότεροι περὶ τοὺς πολεμίους ἦσαν, εἰδότες ὅτι τὸν Θεὸν ἔχουσιν ὑπὲρ αὐτῶν πολεμοῦντα, τὸν ἀεὶ παρόντα τῷ στρατηγῷ, καὶ τὰ πράγματα ἅπαντα ἐξευμαρίζοντα. Καὶ τῷ Δαυῒδ δὲ, οὐχ ὡς ἀνθρώπῳ λοιπὸν, ἀλλ᾽ ὡς ἀγγέλῳ προσεῖχον. Καὶ πρὸ τῆς ἀντιδόσεως τοῦ Θεοῦ μείζονα καὶ ἐνταῦθα τοῦ διασωθέντος αὐτὸς ἐκαρποῦτο, καὶ λαμπροτέραν ἤρατο νίκην, ἢ εἰ κατέθυσε τὸν Σαούλ. Τί γὰρ ἂν τοσοῦτον ἐκέρδανε σφάξας τὸν ἐχθρὸν, ὅσον ἐκαρπώσατο φεισάμενος νῦν; Τοῦτο τοίνυν καὶ σὺ λογίζου, ἐπειδὰν λάβῃς τὸν λελυπηκότα σε, ὅτι πολλῷ μεῖζον καὶ κερδαλεώτερον τὸ φείσασθαι τοῦ διαφθεῖραι.

Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος· ὁ δὲ φεισάμενος καὶ μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς ἀναμένων ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκῶν.

Καὶ εἴ ποτε περιπέσοι τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν· καθάπερ οὖν καὶ οὗτος ἁπάντων ἀπήλαυσε τούτων, μεγάλας καὶ θαυμαστὰς τῆς περὶ τὸν ἐχθρὸν τοῦτον κηδεμονίας λαβὼν παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς ὕστερον. Ἀλλὰ γὰρ ἴδωμεν καὶ τὰ μετὰ ταῦτα. Καὶ ἐξῆλθε Δαυῒδ ἐκ τοῦ σπηλαίου, φησὶν, ὀπίσω Σαοὺλ καὶ ἐβόησεν ὀπίσω αὐτοῦ, οὕτω λέγων· Κύριέ μου βασιλεῦ.

Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυῒδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν οὐκ ἐλάττονα φέρει κόσμον. Οὐδὲ γὰρ τῆς τυχούσης ψυχῆς ἦν τὸ μὴ φυσηθῆναι ταῖς εἰς τὸν πλησίον εὐεργεσίαις, μᾶλλον δὲ τὸ μὴ τὸ τῶν πολλῶν παθεῖν, οἳ καθάπερ ἀνδραπόδων, οὕτως ὑπερορῶσι τῶν εὐεργετηθέντων, καὶ τὰς ὀφρῦς ἀνασπῶσιν. Ἀλλ᾽ οὐχ ὁ μακάριος Δαυῒδ οὕτως, ἀλλὰ μειζόνως ἐμετρίαζε, καὶ μετὰ τὴν εὐεργεσίαν. Τὸ δὲ αἴτιον, ὅτι οὐδὲν τῶν κατορθωμάτων τούτων ἐνόμιζε τῆς αὐτοῦ σπουδῆς εἶναι, ἀλλὰ τὸ πᾶν ἀνετίθει τῇ θείᾳ χάριτι. Διὰ τοῦτο αὐτὸς σώσας, αὐτὸς προσκυνεῖ τὸν σωθέντα, καὶ βασιλέα καλεῖ πάλιν, καὶ δοῦλον ὀνομάζει ἑαυτὸν, διὰ τοῦ σχήματος ἐκείνου καταστέλλων τὸ φύσημα, καὶ τὸν θυμὸν παραμυθούμενος, καὶ τὴν βασκανίαν ἀναιρῶν.