Ἐπειδὴ γὰρ τὰ σώματα μὴ παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Ἐπειδὴ γὰρ πολλοῖς ἐδόκει τὸ πεσεῖν ἀμφοτέρους ἐν ἡμέρᾳ μιᾷ ἀνήκεστον εἶναι κακὸν, αὐτὸ δὴ τοῦτο εἰς ὑπόθεσιν παραμυθίας ἔλαβε. Τὸ γὰρ εἰπεῖν, Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν, οὐδὲν ἕτερον, ἢ τοῦτο κατασκευάζοντος ἦν. Οὐ γὰρ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο, ἀλλ᾽ ὃ μηδενὶ συνέβη, συνέβη, φησὶν, ἐκείνοις· ὁμοῦ γὰρ καὶ κατὰ μίαν ἡμέραν τῆς ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτερος. Ἦ γὰρ ἂν ἀβίωτον ἑαυτῷ εἶναι τὸν βίον ἐνόμισε τῇ διαστάσει θατέρου. Διεθερμάνθητε νῦν, ἐδακρύσατε, συνεχύθητε τὸν λογισμὸν, καὶ πρὸς ἄφεσιν δακρύων εὐτρεπεῖς ὑμῶν οἱ ὀφθαλμοὶ γεγένηνται; Νῦν ἕκαστος ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω, μὴ πρὸς ἐπίδειξιν, ἀλλ᾽ ἀπὸ διανοίας καὶ ψυχῆς γνησίας· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάντα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς.