γʹ. Μὴ γάρ μοι λεγέτω τις, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον. Οἷον ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων, ὃς καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ Δαυῒδ, αὐτὸς μυρία ἐπιβουλεύσας, εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν, Ὅτι γῆν ἀπετέμετο, καὶ ἐν ἀγροῖς ἠδίκησε, καὶ οἰκίας ὅρια ὑπερέβη, καὶ ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν; Ἀλλ᾽ οὔπω τὴν ψυχὴν ἀφείλετο, ὅπερ οὗτος ἐσπούδαζεν· εἰ δὲ καὶ τὴν ψυχὴν ἐσπούδασεν ἀφελέσθαι, ἀλλ᾽ ἅπαξ τοῦτ᾽ ἐτόλμησεν ἴσως, οὐχὶ δὶς καὶ τρὶς, καὶ πολλάκις καθάπερ οὗτος· εἰ δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ᾽ οὐ τοσαῦτα εὐεργετηθεὶς, ἀλλ᾽ οὐκ ἐλθὼν εἰς τὰς χεῖρας καὶ ἅπαξ καὶ δεύτερον, καὶ διασωθείς· εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ πάλιν ὁ Δαυΐδ. Οὐ γάρ ἐστιν ἴσον ἐπὶ τῆς Παλαιᾶς ὄντα τοιαῦτα φιλοσοφεῖν, καὶ νῦν μετὰ τὴν χάριν τοιαύτας χαρίζεσθαι δωρεάς.