Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑκατόνταρχον

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη της πίστεως και η στάση του εκατοντάρχου προς τον ασθενή δούλο

Εισαγωγικές σκέψεις για την υπεροχή της πίστεως έναντι των φυσικών νόμων και παραινέσεις προς τους κυρίους, με αφορμή τη στοργική μέριμνα του εκατοντάρχου για τον υπηρέτη του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν ἑκατόνταρχον. Ἑκατοντάρχου τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν· ἀλλ᾽ οὐκ ἐτελεύτησε διὰ τὸν Δεσπότην· ἔμελλεν ἀποθανεῖν· ἄνθρωπος γὰρ ἦν· ἀλλ᾽ οὐκ ἀπέθανε διὰ τὸν πρεσβεύοντα θεοφιλῆ τυγχάνοντα. Ἡ φύσις τὸ ἴδιον ἀπαιτεῖ χρέος· ἀλλ᾽ ὁ Δεσπότης τῆς φύσεως τὸ κτῆμα τῷ κτιστῷ διὰ πίστιν παρεχώρει. Θάνατος καὶ φύσεως ἀνάγκη πρὸς τελευτὴν ἐβιάζοντο, ἀλλὰ ἀνθεῖλκεν ἡ πίστις τῷ θανάτῳ πολεμοῦσα καὶ θανάτου παραλύουσα νόμους. Καὶ μὴ ἀπιστήσῃς, εἰ τοσαῦτα δύναται πίστις, ὥστε καὶ θανάτου δεσμὰ διαῤῥῆξαι, καὶ ἐξ αὐτῶν τῶν καταχθονίων βαράθρων ψυχὰς ἀνασπᾶσαι. Πίστις καὶ ᾅδου πύλας ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθει κλεῖθρα, καὶ φύσεως ὅρους ἀμείβει, καὶ πυρὸς δύναμιν κατακοιμίζει καὶ φλόγα δρόσον ἀποδεικνύει, καὶ θανάτου κέντρον ἀμβλύνει. Οὐκ ἀμάρτυρα λέγω· ἐκ τῶν ἁγίων σε Γραφῶν πιστώσομαι. Εἶπον ὅτι πίστις πύλας ᾅδου ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθησι κλεῖθρα.

Οὐκοῦν δέξαι τὰς ἀποδείξεις ἐναργεῖς· ἴδε μοι τὸν μακάριον Πέτρον λόγῳ τὰς ᾅδου πύλας ἀναπετάσαντα, καὶ τὴν Ταβιθὰν κάτωθεν ἀναγαγόντα. Μόνον γὰρ εἶπε, Ταβιθὰ, ἀνάστηθι, εὐθὺς πύλαι μὲν ᾅδου ἀνοίγονται, ταρταραῖοι δὲ πίπτουσι μοχλοὶ, ἡ δὲ τεθνηκυῖα τῶν ζώντων ὀξύτερον ὑπακούει. Πάλιν Ἠλίας ὁ προφήτης ταύτῃ πεποιθὼς τῇ πίστει εἶπεν· Οὐκ ἔσται ὑετὸς εἰ μὴ διὰ στόματός μου· καὶ χαλκεύεται μὲν ὁ οὐρανὸς, συστέλλεται δὲ ὁ ὑετὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, γῆ δὲ καθάπερ σιδηρᾶ τὴν φύσιν, τὸν συνήθη καρπὸν ἀρνεῖται, ἵνα γνῷς οἷα δύναται πίστις. Ἄνθρωπος ἐπὶ γῆς ἀποφαίνεται, καὶ Θεὸς ἐν οὐρανῷ βεβαιοῖ τὴν ἀπόφασιν· θνητὸν φθέγγεται στόμα, καὶ Θεοῦ γνώμη ἐπιψηφίζεται, ἔργῳ κυροῦσα τὰ ῥήματα. Ἔκλεισε, φησὶν, Ἠλίας τὸν οὐρανὸν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ.

Κλεῖθρον οὐρανοῦ ἦν ἀνθρώπου στόμα θνητοῦ, εὐσεβεῖ πίστει κοσμούμενον. Ὁ αὐτὸς πάλιν Ἠλίας πυρίνων κατετόλμησεν ἁρμάτων, καὶ καθάπερ πτηνὸν εἰς τὰς αἰθερίους ἐπέπτη μονὰς, ἀμέλει μέχρι σήμερον ἄγευστος θανάτου, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι μονογενητικῇ, καὶ δυνάμει πίστεως ἀκλινὴς φυλαττόμενος. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὁ Ἐνὼχ ἀπὸ ζωῆς εἰς ζωὴν μετὰ σώματος ἐβαστάχθη, θάνατον καὶ γῆρας καὶ φύσιν διὰ πίστεως ὑπερνικήσας. Πολλὰ μὲν οὖν ἄλλα περὶ πίστεως ἔστι λέγειν, ἀλλὰ συστέλλω τὸν λόγον, ἵνα μὴ κόρον ἐμποιήσω. Οἶδα δὲ ὅτι, καίπερ τὰ θεῖα λόγια ταῖς ὑμετέραις φιλοχρίστοις ἀκοαῖς οὐ κόρον, ἀλλὰ πόθον ἐμποιεῖν ἐπίστανται, ἀλλ᾽ ὅμως ἐπὶ τὸ προκείμενον ἐπανελεύσεται. Ἑκατοντάρχου, φησὶ, τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος· ἔντιμος οἰκέτης τῷ δεσπότῃ. Εἰ γὰρ καὶ ἡ πλεονεξία τοῦ βίου τὸν δοῦλον ἐπενόησεν, ἀλλ᾽ ἡ εὐγνωμοσύνη τοῦ δεσπότου τὸ συγγενὲς τῆς φύσεως οὐκ ἠρνήσατο. Οὐ διέπτυσεν ὡς οἰκέτην, ἀλλ᾽ ἔστεργεν ὡς ὁμόφυλον, φιλανθρωπίᾳ τὴν βαρεῖαν τῆς δουλείας ζεύγλην ἐπελαφρίζων.

Ἀκούετε καὶ μανθάνετε, οἱ δούλων δεσπόται, μὴ ὡς ἀλλοτρίων τῆς φύσεως καταφρονεῖν τῶν οἰκετῶν, μήτε μὴν ὡς ἐχθρῶν ἀφειδεῖν τῶν ὁμογενῶν, πειθόμενοι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Οἱ κύριοι, πρὸς τοὺς δούλους τὴν ἰσότητα παρέχεσθε, ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι αὐτῶν καὶ ὑμῶν ὁ Κύριος ἐν οὐρανοῖς ὑπάρχει. Συνεχώρησε δοῦλον εἶναι Θεὸς, ἵνα Θεῷ δουλεύειν μανθάνῃς. Εὔνοιαν ἀπαιτεῖς παρὰ τοῦ οἰκέτου; Εὐνόει καὶ αὐτὸς τῷ Δεσπότῃ. Κολάζεις ἁμαρτάνοντα; οὐκοῦν μὴ ἁμάρτῃς, ἵνα μὴ κολάζῃ παρὰ Θεῷ.