Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐκκλησιαστήν
Η κοινή θνητότητα και οι θλίψεις του ανθρώπινου βίου
Εξέταση της ομοιότητας του θανάτου μεταξύ ανθρώπων και αλόγων ζώων, οι συνέπειες της αδικίας, η ματαιότητα του βίου και το πάθος του φθόνου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η κοινή θνητότητα και οι θλίψεις του ανθρώπινου βίου
Εξέταση της ομοιότητας του θανάτου μεταξύ ανθρώπων και αλόγων ζώων, οι συνέπειες της αδικίας, η ματαιότητα του βίου και το πάθος του φθόνου.
Καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοῖς. Ὅρα τοίνυν ὃ καὶ νῦν γίγνεται. Πολλοὶ τοῦ θεοῦ κατηγοροῦσιν, πολλοὶ αὐτὸν ἄδικον εἶναί φασιν, πολλοὶ αὐτὸν μὴ προνοεῖν· οὗτοι τῶν κτηνῶν τί διαφέρουσιν; Ὅταν οὖν ὁ θεὸς τὸ κατ᾽ ἀξίαν ἀπονέμῃ ἑκάστῳ, τοῦ καιροῦ καλοῦντος, τότε δείξει τὴν ἄνοιαν αὐτῶν, τότε διακρινεῖ αὐτούς.
Ὅτι συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Δείκνυσιν ὅτι θάνατος εἷς ἑκατέροις, σῶμα ἕν, πλάσις μία· καὶ εἰ τοῦτο ἀγνοοῦσιν εἰκότως κτήνη, ὅτι πνεῦμα ἓν τοῖς πᾶσιν.
Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου [καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου] εἰ ἀναβαίνει ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει κάτω εἰς τὴν γῆν;
Τοῦτο δέ φησιν περὶ ἐκείνων, ὅτι κτήνη εἰσίν. Εἰ γὰρ ταῦτα ἑώρων καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, οὐκ ἂν ταῦτα ἐφθέγξατο, οὐκ ἂν εἶπεν· ἐπεὶ ὅτι γε αὐτὸς οὐχ οὕτως διέκειτο δῆλον ἐκ τῶν μετὰ ταῦτα· ὅτι ἄξει ὁ θεὸς αὐτοὺς εἰς κρίσιν.
Ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ᾽ αὐτόν; Ἐπειδὴ πολλοὶ βούλονται καταλεῖψαι χρήματα, τίς αὐτὸν δυνήσεται ἐνεγκεῖν, ὥστε ἰδεῖν τὰ γενόμενα; φησίν. Ὅρα πῶς συνεχῶς αὐτοὺς τέως ἐμβάλλει εἰς τὸ καταφρονεῖν χρημάτων καὶ μὴ ζητεῖν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον συμπάσας τὰς συκοφαντίας. Ἐπέστρεψα, τί ἐστιν; Ἐλογισάμην, φησίν, τὰ καλὰ τοῦ βίου καὶ εἶδον μάταια· εἶτα μετέβαλον ἐμαυτὸν καὶ ἐλογισάμην αὐτοῦ τὰ λυπηρὰ καὶ εἶδον ὑπερβάλλοντα. Τοῦτό ἐστιν ἐπέστρεψα. Ὅταν οὖν τὰ μὲν ἀγαθὰ αὐτοῦ μάταια, τὰ δὲ δεινὰ χαλεπά, τί τὸ κέρδος; εἰπέ μοι.
Εἶδον δάκρυον τῶν συκοφαντουμένων καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν. Ἀπαρηγόρητα κλαίουσιν· δεινὸν γὰρ συκοφαντία. Δεινόν· καὶ μὴν οὐκ ἔδει τοῦτο δεινὸν εἶναι, ἀλλὰ τοὐναντίον. Ὅταν γὰρ δικαστὴς μὴ καταδικάζῃ, τίνος ἕνεκεν θρηνεῖς; Ἀλλ᾽ ὅμως οὕτω λυπηρὸν τὸ γένος τῶν ἀνθρώπων, ὡς καὶ ἐπὶ τούτῳ θρηνεῖν.
Καὶ ἐπῄνεσα ἐγὼ σύμπαντας τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι ζῶσιν ἕως τοῦ νῦν· καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὐκ ἐγένετο. Τοῦτο οὐκ ἔστιν αὐτοῦ ψῆφος, ἀλλὰ τῆς συγκεχυμένης διανοίας· πολλὰ γὰρ ἐν ἀθυμίᾳ φθεγγόμεθα, ἅπερ οὐκ ἀνάγκη φέρειν εἰς δογμάτων αὐθεντίαν. Διὰ τοῦτο γάρ φησιν· εἶπον ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης· ὥστε οὐκ ἐμὴ ἡ ἀπόφασις, ἀλλὰ τῆς ἀθυμούσης ψυχῆς ἡ ψῆφος. Ἴδε τοῦτον ἀκούοντα καὶ ὁρῶντα καὶ βλέποντα, θρηνοῦντα ἐκείνους· οὕτω τὸ πάθος ἐτάραξεν. Πῶς εἰκὸς αὐτοὺς διακεῖσθαι;
Πόσης ἄξιοι τιμωρίας ἂν εἶεν οἱ συκοφάνται; Εἰκότως καὶ οἱ τῶν ἔξωθεν νόμοι τοῖς αὐτοῖς ὑπάγουσιν αὐτοὺς ἐπιτιμίοις. Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι τὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ καί γε τοῦτο ματαιότης. Τουτέστιν, τὸ νεωτερικὸν αὐτῶν τοῦτο. Ὅταν εὖ πράττωσιν, τότε πάλιν βασκανία, καὶ βασκανία καὶ παρὰ τοῦ οἰκείου· τοῦτό ἐστιν τὸ δεινόν, ὥστε, εἰ καὶ μὴ μάταια ἦν *** Ἀλλ᾽ ἑτέρωθεν πάλιν ὅρα ἐναντίας δύο κακίας διωρισμένας, καὶ θαύμασον πῶς οὐδὲν ὄντα φθονεῖ δὲ ὡς μένοντα καὶ ἀεὶ ὄντα. Τί φθονεῖς τοῖς μὴ οὖσιν; φησίν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.