Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐκκλησιαστήν

Ἰωάννης ὁ Χρυσόστομος

Κοινωνικές σχέσεις, ευλάβεια και η απατηλότητα του πλούτου

Η ωφέλεια της ομόνοιας, η υπεροχή της σοφίας έναντι της εξουσίας, προτροπές για ευλάβεια στον οίκο του Θεού και κριτική της φιλαργυρίας και της τρυφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

Ὁ ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ. Τουτέστιν, οὐδενὸς φείδεται, ἀλλ᾽ εἰ δέοι καὶ ἑαυτὸν φαγεῖν, ἀφειδής ἐστιν καὶ ὠμός· τουτέστιν, συνέδησεν ἑαυτὸν καὶ κατέφαγεν. Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου. Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα. Οὕτω καὶ ὁ Χριστός· οὗ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Συνάγει ἡμᾶς καὶ διδάσκει ἀλλήλους φιλεῖν, εἰ καὶ μὴ οἰκεῖοι, διὰ τὴν χρείαν τὴν ἀναγκαίαν· ἐπειδὴ γὰρ εἶπεν περὶ ἑνὸς ἀπολαύοντος πλούτου, βέλτιον εἶναι δύο, εἰ δὲ καὶ τρεῖς πολλῷ κρεῖττον. Καὶ διδάσκει ἀπὸ τῶν πραγμάτων τῶν οἰκτρῶν καὶ βιωτικῶν· ἄν τε ἀναπαύεσθαι δέῃ ἄν τε πάσχειν κακῶς, μεγάλη ἡ συμπάθεια.

Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς μισθὸς ἐν μόχθῳ αὐτῶν· ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγείρει τὸν μέτοχον αὐτοῦ, καὶ οὐαὶ τῷ ἑνί, ὅταν πέσῃ 〈καὶ μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν. Καί γε ἐὰν κοιμηθῶσιν δύο, καὶ θέρμη αὐτοῖς·〉 καὶ ὁ εἷς πῶς θερμανθῇ; Καὶ 〈ἐὰν〉 συνεκραταιώθη ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀπορραγήσεται. Ὁ εἷς, φησίν, οὐδὲ ἀναστῆναι δυνήσεται, οὐδὲ ἀναπαύεσθαι· οἱ δὲ δύο καὶ ἐν συμφοραῖς μέγα εἰσίν. Τὸ δὲ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀπορραγήσεται. Ἐπὶ σχοινίου, φησίν, μεγάλη ἀσφάλεια ἡ συνάφεια· οὐ πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου ἡ ὁμόνοια καὶ ἡ ἀγάπη;

Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὅτι ἐξ οἴκου δεσμῶν ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Ἐκεῖνος μέν, φησίν, καὶ ἐν βασιλείᾳ πένης, οὗτος δὲ ἀπὸ δεσμοῦ θαυμαστὸς ἔσται. Οὐδὲν ἐκεῖνον ἐκώλυσεν τὰ δεσμά, οὐδὲν τοῦτον ὤνησεν ἡ βασιλεία.

Οὐκ ἔστιν περασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτοῦ. Τουτέστιν, ὑπερβάλλοντα ἦν τὰ ἤδη γεγενημένα, λῦσαι δεινά· οὗτος δὲ ἱκανός ἐστιν καὶ τοῖς μετὰ ταῦτα ἀποδοῦναι ἄδειαν πολλήν· ὥσπερ ἐκεῖνοι οὐ λυποῦνται διὰ τοῦτον, οὕτως οὗτοι [οὐκ] εὐφραίνονται διὰ τοῦτον. Ὁ μὲν γὰρ πονηρὸς καὶ τοὺς μετ᾽ αὐτὸν λυπεῖ, ὁ δὲ ἀγαθὸς καὶ τοὺς πρὸ αὐτοῦ εὐφραίνει.

Καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐπ᾽ αὐτῷ. Ἢ πάλιν ἐκεῖνός φησιν ὅτι καὶ τοὺς πρὸ αὐτοῦ καὶ τοὺς μετ᾽ αὐτὸν λυπήσει ὁ πονηρός. Ὅτι καί γε τοῦτο ματαιότης· οἷον ἄνθρωπος, ἐὰν ᾖ. Φύλαξον τὸν πόδα σου ἐν ᾧ ἂν πορεύῃ εἰς οἶκον θεοῦ.

Τουτέστιν, καθαρὸς ἔσῃ ἁρπαγῆς, πλεονεξίας· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα. Ἢ τοῦτό φησιν· μὴ τοῖς αὐτοῖς ποσὶν καὶ εἰς κακίαν καὶ εἰς οἶκον θεοῦ τρέχε, ἐπεὶ κἀν ἐκείνῳ τῷ χρόνῳ καὶ ἔγγισον τοῦ ἀκούειν· τουτέστιν, πείθου τῷ θεῷ· τοῦτο γὰρ ὑπὲρ θυσίασμα γένοιτο.

Ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιεῖν κακά. Τοιοῦτοι οἱ ἀκούοντες οὐδὲ εἴσονται κακίαν. Πῶς γάρ; Ὥσπερ οἱ καλὰ σιτούμενοι οὐδὲ ὅ τι ποτέ ἐστιν ἀρρωστία ἐπίστανται. Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ. Πάλιν ἐνταῦθα κελεύει μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ὑπισχνεῖσθαι τῷ θεῷ.

Ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ καὶ σὺ ἐπὶ τῆς γῆς· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. Τουτέστιν, δυνήσεταί σε κολάσαι. Εἰ γὰρ ἀνθρώπῳ πολλάκις διαλεγόμενος ἁμαρτήσει, πολλῷ μᾶλλον τῷ θεῷ. Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων. Ἐνταῦθα τὴν φαντασίαν φησίν· τὰ ψευδῆ πράγματα ἐνύπνιά φησιν· συμβαίνει γάρ σε καὶ ψεύσασθαι. Ὁρᾷς πόσα περὶ ὑποσχέσεως φησίν;

Καθὼς εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν. Σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι. Μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου. Μὴ πάσας βουλεύου βουλὰς ὡς γινομένας τὴν σάρκα ἀπολλύειν, οἷον μοιχείας, πορνείας.

Μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι· ἄγνοιά ἐστιν, Ὁρᾷς πόσος σου προνοίας λόγος, ἵνα μὴ καὶ τούτου δίκην δῷς καὶ διαφθαρῇ τὰ ποιήματα τῶν χειρῶν σου, ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν. Τὰ ποιήματά σου· τὰ ψευδῆ καὶ πεφαντασμένα καὶ οὐδὲν ἔχοντα ἀληθές.

Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι. Μὴ θαύμαζε, φησίν, ἐπὶ ταῖς ἀδικίαις. Ὑψηλὸς ἐπάνω ὑψηλοῦ. Τοῦ γὰρ ἀδικοῦντος ἕτερός ἐστιν πολέμιος.

Καὶ ὑψηλοὶ ἐπ᾽ αὐτοῖς. [Καὶ περισσεία γῆς.] Ὥσπερ οὐκ ἔστιν οὗτος μόνος ὑψηλός, ἀλλὰ καὶ ἄλλος. Καὶ περισσεία γῆς. Ὥσπερ αὕτη πολλή, οὕτως καὶ ὑψηλὴ ἡ πρόσοδος. Ἢ ὅτι ἔχει δοῦναι τῷ ἀδικουμένῳ. Ἵνα γὰρ μὴ λέγῃς· καὶ τί τὸ ὄφελος; Μετὰ τὸ ἀδικηθῆναι οὐχ ὁρᾷς πλουτοῦντα. Εἶτα καὶ ἑτέρωθεν· Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα; Τουτέστιν, τὸν πόθον αὐτῶν στῆσαι ἀδύνατον. Κἂν ἅπαντα λάβῃ, πλειόνων ἐφίεται, ὥστε τὸν μέλλοντα ἀργυρίου ἐμπίμπλασθαι οὐ πολλὰ περιβάλλεσθαι χρή, ἀλλὰ τὸν πόθον καταλῦσαι τὸν περὶ τὰ χρήματα. Ἄν τε χρήματα ἄν τε γενήματά τις φιλῇ, περιττὸν οὐδέν. Τοῦτο περιττόν, ὅτι πολλοὶ οὐ θέλουσι τὰ γενήματα αὐτῶν.

Καί γε τοῦτο ματαιότης. Ἐν πλήθει ἀγαθωσύνης ἐπλήσθησαν ἐσθίοντες αὐτήν· καὶ 〈τί〉 ἀνδρεία τῷ παρ᾽ αὐτῆς; Ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ. Τί τὸ περισσόν; φησίν. Ἀνδρεία πεποιημένη, ἄνω εἶπεν· τουτέστιν, τί τὸ κέρδος ἀπὸ τῆς εὐφορίας; Τὸ συνεχῶς ἐνορᾶν, πλέον δὲ οὐδέν, καὶ ἀρχὴν λαμβάνειν τοῦ βλέπειν εἰς αὐτά. Εἶτα ἑτέρωθεν αὐτὸ βάλλει πάλιν.

Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, εἰ πολὺ φάγεται. Ὅτι γὰρ οὐδὲν τὸ περισσόν ἐστιν, ὁμοῦ ἡδονὴ παραγίνεται καὶ ἐν τούτῳ καὶ ἐν ἐκείνῳ. Οὐ διὰ τοῦτο πάντα ποιοῦμεν, δι᾽ ἡδονήν; Καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ὁ ἀφίων αὐτὸν τοῦ καθεύδειν. Ὁ δὲ ἀπολαύων πλειόνων οὐ δύναται καθεύδειν ἐν ἡδονῇ. Εἶτα λέγει ὅτι οὐδὲ εἰς αὐτοὺς παραπέμπεται ὁ πλοῦτος.

Ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ᾽ αὐτοῦ εἰς κακίαν αὐτοῦ, καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱὸν καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. Καθῶς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἀποστρέψει τοῦ πορευθῆναι ὡς ἥκει. Ὅταν γὰρ ἴσως ἀφικνεῖται ὥσπερ ἦλθεν γυμνός, τί τὸ κέρδος; Ὅσα ἐνομοθέτησεν ὁ θεός, οὐκ ἀφίησιν μετ᾽ αὐτῶν ἀπελθεῖν. Πολλάκις καὶ ἐνταῦθα ὄντας κατέλειψεν· πολλάκις μὴ καταλειφθείς, πλείοσιν κακοῖς περιέβαλεν τοὺς λοιπούς.

Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ ψυχὴ αὐτοῦ 〈οὐκ〉 ἐμπλησθήσεται, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα. Ἑλώμεθα τοῦτον ὑπὲρ τοῦτον τήμερον. Τὸ ἔκτρωμα, τί φησιν; Μᾶλλον ὑπὲρ ἐκεῖνον ἀναπαυέσθω οὗτος.

Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ. Ὅρα πῶς λανθανόντως διαβάλλει τὴν τρυφήν. Ὅσα ἂν μοχθήσῃς οὐκ ἐκεῖ τελευτᾷ; Τίνος ἕνεκεν πολλὰ περιβάλλῃ; Τίνος ἕνεκεν φείδῃ; Τίνος ἕνεκεν οὐκ ἀναλίσκεις; Τίνος ἕνεκεν φοβῇ καὶ πλειόνων ἐφίεσαι; Οὐχ ἓν στόμα μέλλει δέχεσθαι τὸ πᾶν; Τί σοι πλέον κτᾷ φειδωλίας; Οὐκ εἰς αὐτὸν ἀπελεύσῃ τὸν τόπον τῷ τρυφήσαντι;