Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐλεάζαρον καὶ τοὺς ἑπτὰ παῖδας

Ἰωάννης ὁ Χρυσόστομος

Η εορτή των Μακκαβαίων και η αξία του μαρτυρίου τους

Εισαγωγή στο θέμα της εορτής των αγίων Μακκαβαίων και ανάδειξη της ανδρείας τους, καθώς μαρτύρησαν πριν από την έλευση του Χριστού και την κατάργηση του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

Διὸ καὶ καθ᾽ ἑκάστην ἡμέραν κομῶντα τὰ λήϊα βλέπομεν, ἀντὶ ζεφύρου ταῖς τοῦ Πνεύματος αὔραις τρεφόμενα, καὶ τὸ θέατρον καθ᾽ ἑκάστην λαμπρὸν ἡμῖν γενόμενον. Διὰ δὴ τοῦτο καὶ σήμερον τῶν λειπομένων ἅψασθαι ἐβουλόμην. Ἀλλὰ τί πάθω; τῶν Μακκαβαίων ὁ χορὸς πρὸ τῶν ὀφθαλμῶν ἵσταται τῶν ἐμῶν, καὶ τῇ λαμπηδόνι τῶν οἰκείων τραυμάτων καταυγάζων μου τὴν διάνοιαν, πρὸς τὴν οἰκείαν εὐμορφίαν καλεῖ τὴν γλῶτταν τὴν ἡμετέραν. Ἀλλὰ μηδεὶς ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, ὅτι τῆς ἡμέρας τῶν παλαισμάτων αὔριον οὔσης, σήμερον τοὺς στεφάνους πλέκομεν, καὶ πρὸ τοῦ καιροῦ τῶν πολέμων τὸ τρόπαιον ἀνακηρύττομεν.

Εἰ γὰρ δὴ γάμων ἐπιτελουμένων οἱ συνιόντες καὶ πρὸ τῆς κυρίας καὶ παστάδας ὑφαίνουσι καὶ στεφάνοις τὰς οἰκίας κατακοσμοῦσι καὶ παραπετάσμασι· πολλῷ δὴ μᾶλλον ἡμεῖς τοῦτο ἐργασόμεθα, ὅσῳ καὶ πνευματικώτερος οὗτος ὁ γάμος, οὐκ ἀνθρώπου γυναῖκα, ἀλλὰ Θεοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ἁρμοζομένου. Διόπερ οὐκ ἄν τις ἁμάρτοι τῶν μαρτύρων τὴν ψυχὴν νύμφην προσειπὼν, νύμφην πνευματικήν· ἐπεὶ καὶ προῖκα τὸ αἷμα εἰσφέρουσι, προῖκα μηδέποτε δαπανωμένην. Ἀλλ᾽ ὁ μὲν τῶν ἐγκωμίων καιρὸς εἰς τὴν αὔριον ἡμᾶς ἡμέραν ἀναμενέτω· σήμερον δὲ τοὺς ἀσθενεστέρους τῶν ἀδελφῶν ἡμῶν διορθώσομεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀφελεστέρων κατὰ τὴν διάνοιαν χωλεύοντες, ὑπὸ τῶν ἐχθρῶν τῆς Ἐκκλησίας παρασυρόμενοι, οὐ τὴν προσήκουσαν περὶ τῶν ἁγίων τούτων δόξαν ἔχουσιν, οὐδὲ ὁμοίως εἰς τὸν λοιπὸν τῶν μαρτύρων αὐτοὺς καταλέγουσι χορὸν, λέγοντες ὅτι οὐχ ὑπὲρ Χριστοῦ τὸ αἷμα ἐξέχεαν, ἀλλ᾽ ὑπὲρ τοῦ νόμου καὶ τῶν ἐν τῷ νόμῳ γραμμάτων, ὑπὲρ χοιρείων σφαγέντες κρεῶν· φέρε δὴ τὴν ἐκείνων διορθώσωμεν διάνοιαν· καὶ γὰρ αἰσχρὸν ἂν εἴη πανήγυριν ἐπιτελοῦντας ἀγνοεῖν τῆς πανηγύρεως τὴν ὑπόθεσιν.

βʹ. Ἵν᾽ οὖν μὴ ἐν τῇ κοινῇ πάντων ἡδονῇ μόνοι οἱ τὰ τοιαῦτα νοσοῦντες ἀλγῶσιν, ἀλλ᾽ εἰλικρινεῖ διανοίᾳ τοὺς ἀγωνιστὰς περιπτύξωνται, καὶ καθαροῖς ὄμμασιν αὐτοὺς ἴδωσι, τὸ ὑφορμοῦν αὐτῶν ταῖς διανοίαις σήμερον ὑποσύραντες, εἰλικρινεῖ τῇ γνώμῃ καὶ καθαρᾷ τῇ διανοίᾳ παρασκευάσομεν αὔριον αὐτοὺς ἀπαντῆσαι πρὸς τὴν πανήγυριν τὴν πνευματικήν. Ἐγὼ γὰρ τοσοῦτον οὐ παραιτοῦμαι μετὰ τῶν ἄλλων καταλέγειν αὐτοὺς μαρτύρων, ὅτι δὴ καὶ λαμπροτέρους τούτους εἶναί φημι. Τότε γὰρ ἠγωνίσαντο, ὅτε οὐδέπω ἦσαν αἱ χαλκαῖ κλασθεῖσαι πύλαι, οὔτε ὁ μοχλὸς ὁ σιδηροῦς περιαιρεθεὶς, ὅτε ἔτι ἡ ἁμαρτία ἐκράτει, καὶ ἡ κατάρα ἤνθει, καὶ τοῦ διαβόλου ἡ ἀκρόπολις συνειστήκει, καὶ ἀτριβὴς ἦν ἔτι τῆς τοιαύτης ἀρετῆς ἡ ὁδός. Νῦν μὲν γὰρ καὶ μειράκια κομιδῇ καὶ παρθένοι πολλαὶ πολλαχοῦ τῆς οἰκουμένης ἁπαλαὶ καὶ ἀπειρόγαμοι κατὰ τῆς τοῦ θανάτου τυραννίδος ἀπεδύσαντο· τότε δὲ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ δίκαιοι σφόδρα αὐτὸν ἔτρεμον. Ὁ γοῦν Μωϋσῆς διὰ τοῦτον ἔφυγε τὸν φόβον· καὶ Ἠλίας τεσσαράκοντα ἡμερῶν ὁδὸν ἐντεῦθεν ἀπέδρα· καὶ ὁ πατριάρχης Ἀβραὰμ διὰ τοῦτο τῇ γυναικὶ παρῄνει λέγειν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι καὶ οὐ γυνή. Καὶ τί δεῖ τοὺς ἄλλους λέγειν;

αὐτὸς γὰρ ὁ Πέτρος οὕτως ἐδεδοίκει τὸν θάνατον, ὡς μηδὲ θυρωροῦ ἀπειλὴν ἐνεγκεῖν· καὶ γὰρ φοβερὸς ἦν καὶ ἀπρόσιτος, οὐδέπω αὐτοῦ τῶν νεύρων ἐκκεκομμένων, οὐδὲ τῆς δυνάμεως καταλελυμένης. Ἀλλ᾽ ὅμως οὗτοι τότε, ὅτε οὕτω φοβερὸν ἔπνει, κατηγωνίσαντο αὐτὸν καὶ κατεπάλαισαν. Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ὁ τῆς δικαιοσύνης ἀνίσχειν ἥλιος, ὅπερ ἐπὶ τῆς ἡμέρας γίνεται, καὶ τότε συνέβη. Καθάπερ γὰρ καὶ μηδέπω φανέντος ἡλίου, φαιδρὸς ἡμῖν ὁ ὄρθρος φαίνεται, τῶν μὲν ἀκτίνων οὐδέπω γιγνομένων δήλων, τοῦ δὲ φωτὸς τῶν ἀκτίνων τὴν οἰκουμένην καὶ πόῤῥωθεν καταλάμποντος· οὕτω δὴ καὶ τότε συνέβη. Ἐπειδὴ γὰρ παραγίνεσθαι ἔμελλεν ὁ τῆς δικαιοσύνης ἥλιος, λοιπὸν δὴ τὸ σκότος τῆς δειλίας ἐλύετο, καὶ οὐδέπω παρόντος αὐτοῦ κατὰ σάρκα, ἀλλ᾽ ἐγγὺς αὐτοῦ καὶ ἐν προοιμίοις ὄντος, καὶ αὐτῶν λοιπὸν ἁπτομένου τῶν πραγμάτων.