Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑνδέκατον ψαλμόν
Εισαγωγή στη δύναμη της προσευχής
Η ουράνια άνοδος της καθαρής προσευχής ενώπιον του Θεού και τα θαυμαστά κατορθώματα των δικαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή στη δύναμη της προσευχής
Η ουράνια άνοδος της καθαρής προσευχής ενώπιον του Θεού και τα θαυμαστά κατορθώματα των δικαίων.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸν ια ψαλμὸν καὶ εἰς τὰς Πράξεις· Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ εἰς τὸν ἐν τῇ ὡραίᾳ πύλῃ χωλόν. Ὅταν ἐκ καθαρῶν χειλέων ἐξέρχηται δέησις καὶ ἐκ καρδίας ἀνυποκρίτου, οἶδε φθάσαι τὸ ἀκολάκευτον οὖς τοῦ δεσπότου· οἶδε γὰρ ἀληθῶς δέησις δικαίου εἰς οἶκτον κάμψαι τὸ θεῖον. Ὅταν τοίνυν τις ἐξ ἡμῶν προσευχόμενος ὅλην αὐτοῦ τὴν διάνοιαν εἰς θεὸν ἀναθήσῃ καὶ αὐτὴν τὴν διὰ χειλέων ἐκπεμπομένην δέησιν ἀγαθοεργίᾳ κοσμήσῃ, ἀκωλύτως τότε λοιπὸν τὴν ἐν ὑψίστοις τρίβον ἀνέβη· ἀδιάσφαλτον τὴν ἐν οὐρανοῖς πορείαν ποιεῖται. Ἐπ’ αὐτὰ δὲ λοιπὸν τὰ ἐν ὑψίστοις ἀναβαίνει χωρία· ἀκωλύτως περᾷ τὴν ἔνθεον ὁδόν. Ἐν ἀκαρεῖ τὰ τῶν ἀσωμάτων οἰκητήρια φθάνει.
Ἀνοίγονται αὐτῇ καὶ οὐράνιαι πύλαι. Οὐρανὸς αὐτὴν μετὰ χαρᾶς ὑποδέχεται ὡς μηδὲν ἐπιφέρουσαν γήϊνον. Ἄγγελοι μετ’ εὐφροσύνης αὐτὴν προπέμπουσιν ὡς τὰ θεῷ κατορθώσασαν φίλα. Ἀρχάγγελοι ὡς φίλην αὐτὴν περιπτύσσονται.
Ὡς κόσμια ἐπαγομένην ἑόρτια ἀρχαὶ καὶ ἐξουσίαι παραχωροῦσι. Τῶν κατορθωμάτων θεωροῦσαι τὸν στολισμὸν αἱ κυριότητες προπέμπουσι· τὴν γὰρ πρὸς τὸν κτίστην ἐσπούδαζεν ἀποπληρῶσαι ἀγάπην. Τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ ὑποδεικνύει αὐτῇ τὸν τοῦ Παρακλήτου τόπον.
Ὁ Παράκλητος ἀσπασάμενος γνησίως τῷ Μονογενεῖ θεῷ αὐτὴν προσάγει. Ὁ Μονογενὴς θεὸς Λόγος τῷ Πατρὶ ξένιον αὐτὴν προσφέρει καὶ ἵσταται λοιπὸν πλησίον τοῦ κριτοῦ καὶ ἀναγγέλλει τῶν βιωτικῶν συμφορῶν τὰς ὀδύνας.
Προσευχὴ ψυχῶν σωτηρία· προσευχὴ τὸν κριτὴν εἰς οἶκτον ἐρεθίζει· προσευχὴ τὸν κριτὴν εἰς συμπάθειαν φέρει. Ταύτῃ τῇ προσευχῇ ἐνεχόρευσαν προφῆται καὶ δίκαιοι. Μωϋσῆς προσηύξατο καὶ ῥάβδῳ τὴν Ἐρυθρὰν ἐλατόμησεν· Ἰησοῦς προσηύξατο καὶ ἡλίου σὺν σελήνῃ δρόμους ἐκράτησεν· Ἠλίας προσηύξατο καὶ πῦρ κατὰ πεντηκοντάρχων οὐρανόθεν ἐμεθώδευσεν· Ἐλισαῖος, προσηύξατο καὶ τῆς Σομανίτιδος μετὰ νέκρωσιν ἐζώωσε τὸν παῖδα· ἡ Ἄννα προσηύξατο καὶ ἐξ ἀγρίας ἀμπέλου ἐτρύγησε βότρυν· Δανιὴλ προσευχῇ ἐδίδαξε λέοντας νηστεύειν· οἱ τρεῖς παῖδες προσευχῇ τὴν κάμινον μετέβαλον εἰς δρόσον καὶ Δαυὶδ περιπεσὼν ἐν κινδύνοις ἔμαθε κράζειν· Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.