Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑνδέκατον ψαλμόν
Ερμηνεία του ενδεκάτου ψαλμού
Αλληγορική ανάλυση του κλύδωνος της αμαρτίας, η εκδημία των δικαίων και ιστορικά παραδείγματα δολιότητας και αιρέσεων βάσει των ψαλμικών στίχων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία του ενδεκάτου ψαλμού
Αλληγορική ανάλυση του κλύδωνος της αμαρτίας, η εκδημία των δικαίων και ιστορικά παραδείγματα δολιότητας και αιρέσεων βάσει των ψαλμικών στίχων.
Σῶσόν με, Κύριε. Θάλασσαν, φησί, μιμεῖται οὖτος ὁ κόσμος· ἡ ἀσέβεια ὡς κύματα κρατύνεται· ἡ ἀδικία ὡς σπιλὰς καταπλήττει με· ὁ φθόνος ὡς τρικυμία ἐγείρεται· ἡ φιλαργυρία ζάλην ἐμβάλλει τῷ βίῳ. Ἀστράπτουσι τῆς ἀσεβείας τὰ νέφη· βροντᾷ τῆς παρανομίας τὸ πέλαγος· ἐξανίστανται τῆς ἀλαζονείας αἱ καταιγίδες. Ἀλλ’ ἐν ἀπογνώσεως ὥρᾳ καὶ καταδίκης ἡμέρᾳ σῶσόν με, Κύριε.
Οὐδεὶς ἐν βίῳ κατορθοῖ τὰ σοί, Δέσποτα, φίλα· πάντες ἐπὶ τὸ ἐναντίον τὴν οἰκείαν ἔτρεψαν γνώμην. Ἀριστεύει κατὰ τῆς ἀληθείας τὸ ψεῦδος· κατὰ τῆς εὐσεβείας ἐξανίσταται ἡ ἀσέβεια· κατὰ τῆς αὐταρκείας ἡ ἀπληστία καθοπλίζεται.
Ἐχθραίνει τῇ σωφροσύνῃ ἡ λαγνεία· παρατάσσεται ἡ ἀλαζονεία κατὰ τῆς φιλαδελφίας. Ὑβρίζεται λοιπὸν καὶ αὐτὸς ὁ τῆς κτίσεως τεχνίτης· βλασφημεῖται λοιπὸν αὐτὸς ὁ ποιητὴς τῶν ἁπάντων· αὐτὴ γὰρ πρὸς ἑαυτὴν στασιάζει ἡ κτίσις. Ἀλλὰ σὲ βοηθὸν ἐπικαλοῦμαι ἐν τῷ τοιούτῳ χειμῶνι.
Σῶσόν με, Κύριε· ὁ σώσας τὸν Νῶε ἐκ καθολικοῦ ναυαγίου, ὁ σώσας τὸν Λὼτ ἀπὸ πυρὸς ἀνημέρου, ὁ σώσας τὸν Ἀβραὰμ ἐκ πεντάδος βασιλέων, ὁ σώσας τὸν Ἰσαὰκ ἐκ τῆς μάχης τῶν ποιμένων, ὁ σώσας τὸν Ἰακὼβ ἐκ τῆς τοῦ Ἠσαῦ δυσμενείας, ὁ σώσας τὸν Ἰωσὴφ ἐκ δεκάδος συγγενῶν, ὁ σώσας τὸν Ἰὼβ ἐκ τῆς τοῦ ἀρχεκάκου τυραννίδος, ὁ σώσας τὸν Μωσέα ἐκ τῆς τοῦ φαραὼ ἀλαζονείας, κἀμὲ σῶσον ἐκ τῆς τοῦ Σαοὺλ δυσμενείας.
Σῶσόν με, Κύριε. Ἀνδροκτονίας ἐπῆλθέ μοι τρικυμία· μοιχείας ἐδεξάμην σπιλάδα· πορνείας ἐπανέστη μοι κῦμα· ἐπιθυμίας περιήστραψέ με πάθος· παρανομίας ἐβλήθην κλύδωνι. Ἔνδον τοῦ λιμένος ναυαγίου ἐγνώρισα πεῖραν· παρ’ αὐτῇ τῇ πέτρᾳ ἱστάμενος τοὺς λογισμοὺς ἐβυθίσθην· ἔσωθεν τοῦ πύργου τῆς μοιχείας ἐδεξάμην τὸ βέλος. Ἐκείνη ἐλούσατο τὸ σῶμα κἀγὼ ἐρρυπώθην τὸ πνεῦμα. Ἀλλὰ πρὸς σὲ κράζω τὸν τῶν ἡμαρτηκότων λιμένα· Σῶσόν με, Κύριε.
Ταῖς τοῦ διαβόλου ἑκὼν ἐγὼ περιπέπτωκα παγίσι· τοῖς τοῦ ἀρχεκάκου παρ’ ἐλπίδας ἐνειλήθην δικτύοις· εἰς τοὺς βρόχους παρ’ ἐλπίδας περιέπεσα τοῦ τυράννου. Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ δοῦλος γέγονα πάθους· ὁ κύριος τῶν στρατευμάτων αἰχμάλωτος γέγονα τυράννου· ὁ τοὺς λέοντας πατάξας γυναικείῳ ἥττημαι κάλλει· ὁ τὸν ἀλλόφυλον νικήσας ἐνικήθην γυναικὸς ἐπιθυμίᾳ· ὁ προφητείας ἀξιωθεὶς χηρεύω προφητείας δι’ ὀλίγωρον γνώμην. Ἀλλὰ μετὰ δακρύων κράζω προσπίπτων. Σῶσόν με, Κύριε.
Πολλοὶ οἱ πολεμοῦντες· ἀναρίθμητοι οἱ τοξεύοντες. Αὐτὸς ὁ ἀρχέκακος τὴν κατ’ ἐμοῦ ἀνεδέξατο μάχην· οἱ δαίμονες κατ’ ἐμοῦ παράνομα χαλκεύουσι ξίφη. Σαοὺλ ἀγνωμονῶν κατ’ ἐμοῦ ταράττεται· Δωὴκ ὁ Ἰδουμαῖος τῷ ἀνηλεεῖ διαβάλλει με τούτῳ· ὁ Σεμεεὶ κατ’ ἐμοῦ νιφάδων κατάρας ἐκπέμπει· ὁ Ἀβεσσαλὼμ κατ’ ἐμοῦ συνήθροισε πόλεμον· ὁ Ἀχιτόφελ ἐξυφαίνει τὴν πρὸς τὸν πόλεμον τέχνην. Τοιαύταις τοίνυν συμφοραῖς περιπεσὼν ἀσίγητα κράζω· Σῶσόν με, Κύριε.
Ὅτι ἐκλέλοιπεν ὅσιος· οὐδεὶς παρελείφθη τῶν δυναμένων ἐκτενῶς σε δυσωπῆσαι. Ὁ Ἄβελ διὰ καθαρότητα βίου ἐξεδήμησε τὸν βίον· ὁ Ἐνὼχ διὰ λαμπρότητα πολιτείας μετετέθη κόσμου· ὁ Ἀβραὰμ ἀναπαύσεως γέγονε κόλπος· ὁ Ἰσαὰκ τὸν τῆς φύσεως ἐτέλεσε νόμον· ὁ Ἰακὼβ σὺν ἀγγέλοις ἐν ὑψίστοις συνευφραίνεται· ὁ Ἰωσὴφ μετ’ ἀρχαγγέλων ἐν τῷ νυμφῶνι χορεύει· ὁ Μωϋσῆς τὸν λαὸν στρατοπεδεύσας κληθεὶς ἀνέβη. Τελευτήσας ἐκλέλοιπεν ὅσιος.
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ὁ Κάϊν ἔλεγε τῷ Ἄβελ· Δεῦρο διέλθωμεν εἰς τὸ πεδίον, καὶ ὁμιλῶν ἀδελφικὰ ἐσκέπτετο φονικά. Οἱ ἀδελφοὶ τῷ Ἰωσὴφ ἔλεγον· Ἴδε που ἔρχεται ὁ ἐνυπνιαστής, καὶ ὁ φθόνος τὴν πρᾶσιν ὑπηγόρευεν. Σαοὺλ τῷ Δαυὶδ ἔλεγε· Δίελθε ὧδε, τέκνον μου, καὶ κατ’ αὐτοῦ ὠρύετο ὡς λέων. Ἡρῴδης ἔλεγε τοῖς μάγοις· Ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, καὶ τὰ ἐν Βηθλεὲμ ἀνηλεῶς ἀνεῖλεν βρέφη.
Ὁ Ἰούδας ἔλεγε· Χαῖρε ῥαββί, καὶ ὑπὸ τὴν γλῶσσαν ἐβάσταζε τὸν δόλον. Ὁ κορυφαῖος ἐβόα· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν οὐ μή σε ἀπαρνήσομαι, καὶ ὑπὸ μιᾶς παιδίσκης τὸν δεσπότην τρίτον ἠρνήσατο. Ὁ Πιλᾶτος ἔλεγεν· Ἀθῷός εἰμι τοῦ αἵματος τοῦ δικαίου τούτου, καὶ φραγελλώσας παρέδωκε τὸν ἀθῷον. Ἡ γυνὴ Πιλάτου ἔλεγεν· Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ, καὶ μετὰ τὸ παθεῖν ἠρνήσατο αὐτόν.
Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ὁ νόμος κράζει· Ἄκουε Ἰσραήλ, Κύριος ὁ θεός σου εἷς ἐστιν, καὶ οἱ ἀσεβέστατοι Σαβέλλιοι τῷ ἑνὶ δύο συνάπτουσιν. Ὁ Χριστὸς βοᾷ· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καὶ αἱρετικῶν παῖδες τριάδα θεῶν ὁμοούσιον φαντάζονται. [Ἠσαΐας ὁ ἔκκριτος τῶν προφητῶν βοᾷ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός, καὶ Νεστόριος ἀνθρωποτόκον τὴν παρθένον φημίζει.] Ὁ δεσπότης δι’ Ἐζεκιὴλ βοᾷ λέγων· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ, καὶ Ναυάτος ἀσπλαγχνίαν θεοῦ καταψηφίζει λέγων μὴ εἶναι μετάνοιαν. Μωϋσῆς ὁ νομοθέτης γράφει· Πάντα ὅσα ἐποίησεν ὁ θεὸς καλὰ λίαν, καὶ οἱ μαινόμενοι Μανιχαῖοι κακίζουσι τὴν κτίσιν. Ἰουδαῖοι βλέπουσι χωλὸν περιπατοῦντα καὶ κατὰ τῶν ἰατρῶν συγκροτοῦσι κριτήριον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.