Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑνδέκατον ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Υπόμνημα στις Πράξεις των Αποστόλων: Το θαύμα και το συνέδριο

Η θεραπεία του χωλού, η σύλληψη των αποστόλων λόγω φθόνου και οι εσωτερικοί διαλογισμοί των αρχιερέων κατά τη σύγκληση του συνεδρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἐγένετο, φησίν, ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλὴμ καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.

Εἰρκτῇ δὲ παραπέμψαντες ἤδη τοὺς κήρυκας τῆς ἀληθείας οἱ τοῦ ψεύδους προστάται καὶ ὅλον τὸν καιρὸν τῆς νυκτός παραναλώσαντες εἰς παρανομίας σκέμματα, ὄρθριοι λοιπὸν ἅπαν τὸ ἐξ ἀρχιερατικοῦ γένους συνάγουσι φῦλον, ἵνα θανάτῳ παραπέμψωσι τοὺς τὴν ζωὴν καταγγέλλοντας.

Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον· ὅτε τὸ σκότος ἠλαύνετο τῆς νυκτός, τότε τῶν παρανόμων οἱ λογισμοὶ ἐσκοτίζοντο· ὅτε ἡ κτίσις τὸ φῶς ἐνεδύσατο, τότε οἱ θεοκτόνοι κατὰ τῶν τοῦ φωτὸς ἐπεστράτευον κηρύκων· ὅτε ὁ ἥλιος κατηπείγετο πρὸς δρόμους, τότε τοῦ ἡλίου τῆς δικαιοσύνης τοὺς μαθητὰς ἀνακρίνειν ἐσκέπτοντο.

Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Ὢ πόσον ὄχλον ἡ κακία συνήγαγεν. Ὢ πόσον δῆμον ἡ πονηρία συνέστρεψεν. Ὢ πόσον πλῆθος ὁ φθόνος ἐκίνησεν. Ἄννας καὶ Καϊάφας, Ἰωάννης καὶ Ἀλέξανδρος, αὐτά, φησί, τὰ τοῦ νόμου κεφάλαια κατὰ δύο ὥρμησαν ἁλιέων· οἱ ἔκκριτοι τῶν κυριοκτόνων κατὰ δυάδος ἀσθενῶν παρετάξαντο· οἱ ἀπὸ ἀρχιερατικοῦ καταγόμενοι γένους ἐπάνω ἀγραμμάτων ὡπλίσθησαν· οἱ ποιμένες τῶν θηρῶν ὥρμησαν ἐπάνω τῶν τῆς χάριτος προβάτων. Ἀλλ’ οὐκ ἐνέκοψε τὴν παρρησίαν δειλία, οὔτε ὁ φόβος τῶν παρανόμων ἀποστολικοὺς λογισμοὺς παρεσάλευσεν, οὔτε ἡ θρασύτης τῶν ἀντιθέων τὸν τῆς χάριτος ἐνέκοψε λόγον. Εὐτόλμων γὰρ στρατηγῶν ἀναλαβόμενοι γνώμην προθυμότεροι μᾶλλον καὶ ἀπτοήτως τὸ τῆς ἐνανθρωπήσεως κατήγγελλον μυστήριον.

Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον· ὢ φθόνος, ὢ βασκανία· ἐπειδὴ γὰρ ἐν τῇ χθὲς ἡμέρᾳ χωλὸν ἐθεάσαντο παρ’ ἐλπίδας βαδίζοντα καὶ τὸν ἐκ μήτρας ἐξαγαγόντα πάθος τῇ γλώσσῃ τοῦ ἁλιέως φωνηθέντα πρὸς δρόμους, εἰς φθόνον λοιπὸν οἱ παράνομοι διεγείρονται καὶ λύπην καὶ τὴν εὐστοχίαν τοῦ χωλοῦ οἰκείαν λογισάμενοι ἀστοχίαν κατὰ τῶν ἰατρῶν λοιπὸν παράνομον συγκροτοῦσι κριτήριον.

Τοῦ γὰρ κορυφαίου ἐν τῇ ὡραίᾳ πύλῃ σὺν τῷ Ἰωάννῃ ἀπελθόντος καὶ θεασαμένων ἄνδρα ἐν ἀπορίᾳ βημάτων αἰτοῦντα ἐλεημοσύνην καὶ δεσμοῖς κατεχόμενον ἀλύτοις, τῷ κοινῷ συμπαθήσαντες τῆς φύσεως οἱ ἄνδρες ἀνοίγουσι στόμα, ἔνθα ἀνάργυρα ἐπέκειντο φάρμακα, καὶ λόγῳ μὲν εὐθὺς τὸν ἀκίνητον προσκαλοῦσι πρὸς δρόμον· ἀντὶ δὲ ὀβολοῦ τούτῳ χαρίζονται πόδας, ἀντὶ ἐράνου ἀσκέλιστα τῷ χωλῷ κελεύουσι βαδίζειν. Τὴν εὐποιΐαν οἱ χριστολάλοι εἰς θαυματουργίαν μετέστησαν καὶ εὐθὺς μὲν τὰ νεῦρα τὴν κατὰ φύσιν ἀπελάμβανον ἐνέργειαν, ἐστερεοῦντο αἱ βάσεις καὶ τὰ σφυρὰ ἡδράζοντο, αἱμάτων ἀνεφαίνοντο κρουνοὶ οἱ παροδεύοντες τὰς φλέβας. Ἀνελάμβανεν ἡ γῆ τὸν ἴδιον πολίτην· παρὰ προσδοκίαν ὁ χωλὸς ἀπεγεύετο βημάτων. Ἀλλ’ οὐκ ἀρεσθέντες οἱ βάσκανοι ἐπὶ τούτῳ τῷ παραδόξῳ θαύματι ἀντὶ εὐχαριστίας ἔγκλημα τοῖς εὐεργέταις περιάπτουσι καὶ δὴ τοὺς θαυματουργοὺς εἱρκτῇ παραπέμψαντες, ἑσπέρας ἤδη καταλαβούσης, ἐπὶ τὴν αὔριον δῆθεν γυμνάζουσι τὸ ἔγκλημα.

Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ Ἄνναν καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Καίτοι, ὡς ἔοικε, τοιούτοις τάχα μᾶλλον ἀνεσκέπτοντο λόγοις· Μέγα κακόν, μέγα ἡ τῶν Ναζωραίων προεβάλετο κώμη· μέγα δεινὸν καὶ ὀλετῆρα τῷ γένει ἐγέννησε Μαρία· ὁ τοῦ τέκτονος υἱὸς ἀντίπαλος ἀνεφάνη τῷ ἔθνει. Εἰς λύσιν τὰ Ἰουδαίων φθάνει καυχήματα· μέλλουσι γελᾶσθαι παρ’ ἔθνεσι τὰ τοῦ γένους ἐπίδοξα· τὰ Μωϋσέως ἔθη κατὰ μικρὸν ἀφανίζεται· γελᾶται τὸ τίμιον σάββατον καὶ τῶν πανηγύρεων τὸ κάλλος· ὁ περιβόητος ναὸς ἐρημοῦται καὶ οἱ ἁλιεῖς ἐπαινοῦνται.

Ἐνεργεῖ, ὡς ἔοικε, καὶ μετὰ θάνατον τοῦ Γαλιλαίου ἡ τέχνη· αἱ ἐν τῷ ναῷ λατρεῖαι ἐπὶ τὸν ἐν τάφῳ μετήλθασι· παίζεται ὁ νόμος καὶ ὁ ἐν τάφῳ κείμενος ἀνυμνεῖται· γελᾶται τὰ Ἰουδαίων καὶ τὰ τοῦ Γαλιλαίου δοξάζεται.

Εἰς μάτην, ὡς ἔοικεν, ἐκεῖνον περιεβάλομεν θανάτῳ· ἔνα ἀνείλαμεν καὶ στρατὸς καθ’ ἡμῶν ἐκινήθη· τοῦ ποιμένος ἀναιρεθέντος τὰ πρόβατα τὴν καθ’ ἡμῶν ἀνέλαβον μάχην· τὴν πηγὴν ἐφράξαμεν, ἀλλὰ καθ’ ἑαυτῶν ἐκινήσαμεν τὰ ῥεῖθρα. Τί τοίνυν δράσομεν; Τί φρονήσομεν;

Τοιαῦτά τινα λέγοντες συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι ἐν Ἰερουσαλήμ. Εἰς αὐτὴν συνήχθησαν τὴν μητέρα τῶν φόνων, ἔνθα καὶ τῶν προφητῶν ἐξέχεαν τὰ αἵματα, ἔνθα καὶ οἱ ἰατροὶ παρὰ τῶν ἀσθενούντων ἐπλήγησαν, ὅπου ἐσβέσθησαν αἱ τοῦ βίου λαμπάδες. Εἰς Ἰερουσαλὴμ ὅπου ὁ δεσποτικὸς φόνος ἐξυφάνθη, ὅπου ὁ κληρονόμος ἀποσταλεὶς ἀπεκτάνθη· εἰς Ἰερουσαλὴμ τὴν πηγὴν τῶν αἱμάτων, εἰς τὸ δοχεῖον τῶν φόνων.

Συνήχθησαν εἰς Ἰερουσαλὴμ Ἄννας ὁ ἀρχιερεὺς ὁ εἰς μάτην ὑπὲρ ἀπίστου λαοῦ ποιούμενος πρεσβείαν καὶ Καϊάφας ὁ δεινὸς ἐν κακίᾳ καὶ χαλεπὸς ἐν βουλεύμασι καὶ Ἰωάννης καὶ Ἀλέξανδρος ἡ δυὰς τῶν βλασφημούντων τὸ θεῖον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Ὅλος ὁ στρατὸς τῶν Ἑβραίων κατ’ εὐτελῶν ὥρμησε νεανίσκων· ἅπαν σχεδὸν τὸ ἔθνος ὡπλίσθη κατὰ δύο γυμνῶν καὶ ἀγραμμάτων.