Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑνδέκατον ψαλμόν
Η ανάκριση και η απολογία του αποστόλου Πέτρου
Η προσαγωγή των αποστόλων στο συνέδριο, η αμφισβήτηση του θαύματος και η ρητορική και θεολογική υπεράσπιση του Πέτρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ανάκριση και η απολογία του αποστόλου Πέτρου
Η προσαγωγή των αποστόλων στο συνέδριο, η αμφισβήτηση του θαύματος και η ρητορική και θεολογική υπεράσπιση του Πέτρου.
Ὢ φόνος. Ὢ φθόνος. Φόνος ὅτι ὅλον σχεδὸν τὸ ἔθνος ἐκινήθη κατὰ δύο εὐχειρώτων· φθόνος ὅτι τοῦ χωλοῦ ἀνορθωθέντος ἐκεῖνοι βασκανίᾳ τὴν διάνοιαν ἐχώλαναν. Οὔτω τοιγαροῦν συναχθέντος τοῦ στρατοῦ τῶν κυριοκτόνων ἔστησαν αὐτοὺς ἐν μέσῳ πυνθάνοντες παρ’ αὐτῶν· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Καὶ ἔστησαν αὐτοὺς ἐν μέσῳ, δικητικῇ δῆθεν ἀποχρῶνται οἱ παράνομοι τάξει. Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ ὡς ὑπευθύνους τοὺς εὐεργέτας, ὡς καταδίκους τοὺς τῶν κακῶν ἐλατῆρας, ὡς ἀνδροκτόνους τοὺς τῶν θαυμάτων ἐργάτας. Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ, φονοκτονίας δῆθεν ποιησάμενοι συνέδριον πεῦσιν οἱ παράνομοι τοῖς ἀνδράσι προσάγουσιν· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
Εἴπατε, φησίν, ὦ παράνομοι ἄνδρες καὶ τοῦ Γαλιλαίου ὑπέρμαχοι, οὐκ ἐπτόησεν ὑμᾶς τοῦ ὑμετέρου διδασκάλου ὁ ἐπάρατος θάνατος; Μὴ μείζονας ὑμεῖς δύνασθε ἐκείνου μαγγανείας ἐκτελέσαι; Ἐξισχύετε δὲ τῶν ἐκείνου τεχνασμάτων ἐκπληρῶσαι τὴν χρείαν; Οὐχὶ ἐφαντάζετο ἐκεῖνος λύειν τὸν περιβόητον ναὸν καὶ ἐν τρισὶν ἡμέραις πάλιν τοῦτον κτίζειν; Καὶ ποῖον ἐκεῖνος, ὦ τάλανες, ἀπηνέγκατο τέλος; Μὴ ὁ θάνατος αὐτοῦ οὐκ ἤλεγξε τὴν φαντασίαν τῶν ἔργων; Οὐχὶ δὲ τὰ τελευταῖα τὰ προλαβόντα σκιὰν ἀπήλεγξαν εἶναι; Μὴ τῶν ἡμετέρων ἐκεῖνος ἐξίσχυσε διαδρᾶσαι χειρῶν; Μὴ τὰς ἡμετέρας ἠδυνήθη διαφεύξασθαι παλάμας;
Οὐχὶ δὲ ὁ ἴδιος αὐτοῦ μαθητὴς καταγνοὺς ἡμῖν ἐξέδοτο αὐτόν; Οὐχὶ δὲ σύ, Πέτρε, πρὸ τοῦ πυλῶνος αὐτὸν τρίτον ἠρνήσω μεθ’ ὅρκου; Οὐχὶ σύ, Ἰωάννη, καὶ αὐτὸ τὸ περιβόλαιον προσρίψας ἀπέδρασας; Οὐχὶ δὲ καὶ οἱ ἄλλοι πάντες φυγῇ τὸν θάνατον ἐνίκησαν; Πῶς τοίνυν ὑμεῖς μετὰ θάνατον ἐκείνου ἀναστατοῦτε τὰ πλήθη; Κατεφρονήσατε, ὦ παράνομοι, τῆς ἡμετέρας ἐπιεικείας, διεπτύσατε τοῦ νόμου καὶ τῶν θείων παραγγελμάτων, παρελογίσασθε Μωϋσέα τὸν μέγαν ἐν προφήταις, γελᾶτε τὰ τῶν Ἰουδαίων καὶ ἐπαινεῖτε τὰ τοῦ Γαλιλαίου. Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Μωϋσῆς ὕδωρ μετέβαλεν εἰς αἷμα, ἀλλὰ θείας συντυχίας ἀξιωθείς. Ἰησοῦς ὁ τοῦ Ναυῆ τῶν στοιχείων τοὺς δρόμους ἐκράτησεν, ἀλλὰ πρὸς λαοῦ σωτηρίαν· Ἠλίας ἀνέστησε νεκρόν, ἀλλὰ πρῶτον εἰς τὸ σῶμα ἀνεπάη· Σαμψὼν ἐκ σιαγόνος ἔλαβεν ὕδωρ, ἀλλὰ προσευχῇ ἐχρήσατο μεσίτῃ· Ἐλισαῖος ἐκάθηρε λεπρόν, ἀλλ’ εἰς τὸν Ἰορδάνην ἐξέπεμψε τὸν Σύρον. Δαυὶδ ἐφυγάδευσε πνεῦμα, ἀλλὰ κινύραν κρατῶν ἐν παλάμῃ. Ὑμεῖς δὲ οὔτε θείας ἠξιώθητε συντυχίας, οὔτε ὀργάνῳ τινὶ ἐχρήσασθε μεσίτῃ τοῦ θαύματος· λόγῳ δὲ μόνῳ, ὡς λέγετε, τὸ πάθος ἠλάσατε· ἔκδηλον τοιγαροῦν τὴν μαγγανείαν ἐποιήσατε.
Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Ὢ βασκανίας φαυλότης. Ὢ γνώμης παγχάλεπον βούλευμα. Οὐ λέγουσιν· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τὸ θαῦμα, ἀλλ’ ὅτι τοῦτο ὑμεῖς, ἵνα ἀκούοντα τὰ πλήθη τοῦτο ὡς κατὰ φονέων τινῶν καὶ ἀπατεώνων ὁρμήσωσιν. Τοιαῦτα γάρ, ὡς εἰκός, καθ’ ἑαυτὰ ἀνεσκέπτετο τὰ πλήθη· μεγάλων, φησί, κακῶν ἐν πείρᾳ οἱ ἄνδρες τυγχάνουσιν οὗτοι· ἀδιηγήτων κακῶν, ὡς ἔοικεν, ὑπάρχουσιν ἐργάται· ἀνδροκτονίας αὐτοῖς, ὡς ἔοικεν, εἴργασται πλῆθος· φονοκτονίας τάχα μᾶλλον εἰσπράττονται δίκας· ἀθῴων ἀνδρῶν οὗτοι ἐξέχεον αἵματα. Τοιοῦτον τοιγαροῦν ὑπάρχει τὸ παρ’ αὐτῶν δρασθέν. Οἱ ἀρχιερεῖς οὐ τολμῶσιν αὐτὸ ἐμπιστεῦσαι τοῖς χείλεσιν· οἱ ἱερεῖς ἀποκυροῦσι τῆς γλώσσης τὸ πρᾶγμα, ἵνα μὴ βεβηλώσωσιν ὅσια χείλη παρανόμων δράματι.
Ἐν ποίᾳ οὖν δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Μὴ γὰρ ἰατρικῆς ἐπιστήμης ἐξεπαιδεύθητε τέχνην; Μὴ γὰρ σοφιστικῆς δυνάμεως ἐν πείρᾳ καθίστασθε; Ἰδιῶταί τινες ὑπάρχετε καὶ ἀγράμματοι ἁλιεῖς καὶ τοῦτο οὐ μεγάλης θαλάσσης, ἀλλὰ λίμνης εὐπεριγράφου, καὶ ὅπερ οὐκ ἔδωκεν ἡ φύσις τοῦτο ὁ ὑμέτερος ἐχαρίσατο λόγος; Ἐποιήσατε τοῦτο ὑμεῖς· τοῦτο τὸ ὑπερβαῖνον ἰατρικὴν ἐπιστήμην, τὸ μεῖζον τῆς θνητῶν ἐπινοίας, τὸ ὑπέρτερον τῆς τῶν ἐν βίῳ ἐπιστήμης, ἐποιήσατε τοῦτο ὑμεῖς;
Εἶτα ἐρωτώμενοι οἱ ἀπόστολοι οὐδὲν ἀπεκρίναντο; Ναί φησιν· Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπε πρὸς αὐτούς. Ηὗρε γὰρ ὁ κορυφαῖος τῶν τοῦ κυρίου προρρήσεων τὴν ἔκβασιν· Ὅταν γὰρ παραδιδῶσιν ὑμᾶς εἰς συνέδρια, μὴ μεριμνήσητε τί εἴπητε ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. Τότε οὖν Πέτρος πλησθεὶς πνεύματος ἁγίου, εἰς συνέργειαν λαβὼν τὴν τοῦ πνεύματος χάριν, δημηγορεῖν λοιπὸν ἐπὶ τοῦ πλήθους ἀπάρχεται.
Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, ἀκούσατε. Τί ποιεῖς, ὦ μακάριε Πέτρε; Ἐδειλάνθης τάχα μᾶλλον τῶν κυριοκτόνων τὸ στῖφος; Ἐπτοήθης τῶν παρανόμων τὰ πλήθη; Μὴ ἄλλην παιδίσκην ἐνόμισας εἶναι τὸν δῆμον;
Ἐν προοιμίοις κολακευτικοῖς κέχρησαι λόγοις; Οὐ, φησίν, οὐ κολακεύω, ἀλλὰ καταγλυκαίνω τὸ τραῦμα· ἐὰν γὰρ αὐστηροῖς ἐν προοιμίοις χρήσωμαι λόγοις, πρόφασιν τοῖς ἀδίκοις ἐγκλήματος δίδωμι. Ἐροῦσι γὰρ ὅτι οὐ διὰ τὸ θαῦμα, ἀλλὰ διὰ τὰς ὕβρεις πληγαῖς αὐτοὺς ὑπεβάλομεν.
Διὸ ἀφεὶς τέως τὰς ὕβρεις ἐπαινῶν προβάλλομαι λόγους· Ἄρχοντες τοῦ λαοῦ, οἱ τὴν ἀρχὴν ἐπὶ κατακρίσει κεκτημένοι καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, οἱ ἐν κακίᾳ δι’ ὅλου γηράσαντες. Εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπ’ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς· ἐξ ὑμῶν ὁ ἀσθενὴς καὶ τῇ ἰατρείᾳ βασκαίνετε; Παρ’ ὑμῖν ὁ νοσῶν καὶ τῷ ἰαθέντι φθονεῖτε;
Ὢ πονηρία. Ὢ βασκανία. Τίς εἶδεν ἐπὶ ἀρρώστῳ ὑγιαίνοντι τὸν ἰατρὸν ἐγκαλούμενον; Τίς ἐθεάσατο εὐεργετηθέντος ἀνθρώπου τοὺς εὐεργέτας ἀνακρινομένους; Ἀντέστρεψεν ἡ κακία τὴν τάξιν, τὴν εὐχαριστίαν εἰς ἀχαριστίαν μετέστρεψαν οἱ δείλαιοι, ἀντὶ μισθῶν τοῖς ἁγίοις ἐγκλήματα πλέκουσιν.
Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπ’ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς. Ἐξ αὐτῆς, ὦ δείλαιοι, τῆς μήτρας ὁ ἄνθρωπος συνεξήγαγε τὸ πάθος· πεπεδημένος ὁ ἀνὴρ τοὺς πόδας εἰσῆλθεν ἐν βίῳ· σύντροφον ὁ χωλὸς ἔσχε τὸ πάθος· ὡς ἀδελφὴν ὁ ἄνθρωπος τὴν νόσον ἐκέκτητο· ὡς νόμον ἐπὶ τεσσαράκοντα ἔτη τὸ πάθος ἐβάσταζεν. Ὄνειδος ὑπῆρχε τοῦ ἱεροῦ παρὰ τῷ ἱερῷ καθεζόμενος· ὡς νιπτὴρ ὁ χωλὸς τῇ ὡραίᾳ παρέκειτο πύλῃ. Οὐδεὶς ὁ δυνηθεὶς αὐτὸν τούτου ἐλευθερῶσαι τοῦ πάθους, οὐχ ὁ νόμος, οὐ προφήτης, οὐκ ἀρχιερεύς, οὐχ ἱερεῖς, οὐ γραμματεῖς, οὐ νομοδιδάσκαλοι· καὶ ὅτε ἡ θεία ἐκέλευσε ῥοπὴ τὸν ἀδύνατον ὑγιᾶναι, τότε ὑμεῖς τοῖς ἰατροῖς ἐγκλήματα ῥάπτετε.
Ὅμως γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, τοῦτον ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ὑγιής. Ἰδοὺ λέγω τὸ ὄνομα τὸ θλίβον ὑμᾶς, ὦ δείλαιοι· ἰδοὺ λέγω καὶ τὴν κώμην τὴν ταλανίζουσαν τὰς ὑμετέρας καρδίας· ἰδοὺ ἐμάθετε καὶ τὸν ἄνδρα καὶ τὴν κώμην λοιπόν. Εἰ ἐξισχύετε, ἀπάρξασθε τῆς μάχης· εἰ δύνασθε, τοῖς αὐτοῦ μαθηταῖς παρατάξασθε. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· τί ποιεῖς, μακάριε Πέτρε; Ὡς ἔοικεν, ὑποκρίνῃ τὴν πρὸς τὸν κύριον φιλίαν· κατ’ ὄψιν υἱὸν θεοῦ ὡμολόγησας καὶ ἀπόντα Ναζαρηνὸν διαβάλλεις. Ναί, φησί, τοῦ παρ’ αὐτοῖς γελωμένου μνημονεύω ὀνόματος, ἵνα πλέον αὐτοὺς ταλανίσω.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.