Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Ἰωάννης ὁ Χρυσόστομος

Η εξαγγελία της ασπόρου συλλήψεως και η συγκατάθεση της Θεοτόκου

Ο διάλογος του Αγγέλου με τη Μαρία σχετικά με τον υπερφυή τρόπο της κυοφορίας του Λόγου, το σημείο της Ελισάβετ και η τελική υποταγή της Παρθένου στο θείο θέλημα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Μὴ τοίνυν ἔχε κατὰ τὴν ψυχὴν τάραχον, τὴν εἰρήνην τῆς οἰκουμένης κεκτημένη μεθ᾽ ἑαυτῆς. Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Ὑπὲρ τὴν κτίσιν ἐκαλλωπίσθης, ὑπὲρ τοὺς οὐρανοὺς ἐφαιδρύνθης, ὑπὲρ τὸν ἥλιον ἔλαμψας, ὑπὲρ τοὺς ἀγγέλους ὑψώθης· οὐκ ἀνελήφθης εἰς οὐρανοὺς, ἀλλ᾽ ἐπὶ τῆς γῆς ἱσταμένη, τὸν οὐράνιον Δεσπότην καὶ βασιλέα τῶν ἁπάντων ἐπεσπάσω πρὸς ἑαυτήν. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί.

Προέφθασε τὸν ἐμὸν λόγον τὸ ἔργον· ὀξυτέρα τῆς ἐμῆς φωνῆς ἡ μυστικὴ σύλληψις γέγονεν· αὐτὸν ἔνδον ἔχεις ἐν τῇ κοιλίᾳ σου τὸν τῶν ὅλων δημιουργὸν Κύριον, ἐκ τῆς ἁγίας σου καὶ ἀχράντου σαρκὸς ἀπόνως οἰκοδομοῦντα τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ναόν· αὐτὸν ἔνδον ἔχεις τὸν ζωγράφον τῆς φύσεως, τὴν οἰκείαν εἰκόνα παλαιωθεῖσαν ἀναζωγραφοῦντα τῇ χάριτι. Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας. Μέγας μὲν γάρ ἐστι τῇ θεότητι, ἔσται δὲ μέγας καὶ τῇ ἀνθρωπότητι.

Καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ. Ὤμοσε γὰρ ἀλήθειαν τῷ Δαυῒδ, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ποίαν δὲ αὐτῷ ἀλήθειαν ὤμοσεν; Ἐκ καρποῦ τῆς ὀσφύος σου, φησὶ, θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐκεῖνο, ὁ ὅρκος λαμβάνει πέρας ἐν τῷ παρόντι καιρῷ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Οὐδεὶς τούτου τοῦ βασιλέως ἀνώτερος, καὶ οὐδεμία τις ἄλλη μακαριωτέρα σοῦ τῆς τικτούσης αὐτόν. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;

Ἰωσὴφ μνηστήρ ἐστιν ἐμὸς, οὐκ ἀνήρ· μέχρι γὰρ τῶν ἀῤῥαβώνων αἱ περὶ τοῦ γάμου συνθῆκαι προέβησαν· πῶς οὖν χωρὶς γάμου ἔσται μοι ἡ σύλληψις; πῶς χωρὶς φυτουργοῦ βλαστήσω καρπόν; ἐπ᾽ ἐμοῦ πρώτης ὁ δρόμος τῆς φύσεως ἐναλλάττεται; ἐπ᾽ ἐμοῦ πρώτης ὁ νόμος τῆς κυήσεως μεταγράφεται; ἐπ᾽ ἐμοῦ μόνης ξένη τρίβος παιδοποιίας εὑρίσκεται; ἐπ᾽ ἐμοῦ μόνης τὰ ἀρχαῖα τῆς γονῆς ἔθη νεωτερίζεται; Δίδαξόν με φανερῶς, ὦ ἄγγελε, τῶν λόγων τὸ αἴνιγμα, διήγησαί μοι τῶν ῥημάτων τὸν τρόπον, ἑρμήνευσόν μοι τῶν καλῶν σου εὐαγγελίων τὴν δύναμιν, χειραγώγησόν με πρὸς τὴν ξένην λοχείαν, ἵνα μάθω κατὰ μικρὸν ὃ μέλλω τίκτειν μυστήριον, μάθω πῶς τὰ ἀδύνατα γενήσεται δυνατὰ, μάθω πῶς τὰ ἀμήχανα τυγχάνει τινὸς μηχανῆς, μάθω πῶς τὰ ἄπορα πόνον εὑρεῖν δεδύνηται, ἀκούσω πῶς τὴν φύσιν ἡ χάρις ἐπὶ τὸ κρεῖττον καινοτομεῖ, ἢ πῶς ἡ φύσις δουλεύει τῇ χάριτι. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Ἔμαθες τὸν τεχνίτην, μὴ περιεργάσῃ τὸν τρόπον· ἔμαθες τὸν πλάστην, μὴ περιεργάσῃ τὸ ποίημα· ἤκουσας περὶ τοῦ ἁγίου Πνεύματος, αὐτῷ λοιπὸν τῷ Πνεύματι τὴν ἐργασίαν κατάλιπε. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Τοῦτο μόνον ἐκελεύσθην σοι προσειπεῖν, ὅτι γεννήσεις υἱόν· πῶς δὲ γεννήσεις, αὐτός σε διδάξει σαφῶς ὁ τικτόμενος παρὰ σοῦ.

Ἐγὼ τὸν λόγον ὡς δοῦλος ἐκόμισα· αὐτὸς ὁ Δεσπότης τὸ ἔργον προσθήσει, ὃς καὶ τὸν τρόπον ἐπίσταται· ἐγὼ διάκονός εἰμι βασιλικῶν προσταγμάτων, οὐχ ἑρμηνευτὴς θεϊκῶν βουλευμάτων· οὐ τολμῶ διδάξαι σε ἃ μὴ μεμάθηκα, οὐ τολμῶ ἑρμηνεῦσαι ἃ μὴ παρέλαβον, οὐ τολμῶ δημοσιεῦσαι τοῦ μυστηρίου τὸ πρᾶγμα, οὐκ ἰσχύω διασαφηνίσαι τὸ εὐαγγέλιον. Τὸ θαῦμα βοῶ, τὸν δὲ τρόπον εἰπεῖν ἀτονῶ· οὐ ζητῶ τὰ πᾶσαν ζήτησιν ὑπερβαίνοντα, οὐ διώκω τὰ ἀκατάληπτα, οὐ πολυπραγμονῶ τὰ ὑπὲρ ἐμὲ, οὐ λογοθετῶ τὴν ὑπὲρ λόγον χάριν, οὐ λεπτολογῶ τὴν ἀνεκδιήγητον γέννησιν. Ὄντως ὑπὲρ νοῦν ἡ πνευματικὴ σύλληψις, ὑπὲρ λόγον ἡ παράδοξος κύησις καὶ ὑπὲρ διήγησιν ὁ σωτήριος τόκος. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Οἶδε τί ἐργάζεται τὸ Πνεῦμα τὸ ἅγιον· οἶδεν ὁ Υἱὸς, πῶς ἑαυτῷ κατασκευάζει τὸ πνευματικὸν οἰκητήριον. Οὐ γὰρ δουλεύει φύσεως νόμοις ὁ τῆς φύσεως ποιητής· αὐτὸς μόνος ἔχει τὸ βούλευμα· αὐτὸς, ὡς βούλεται, περιβάλλεται τὴν τοῦ δούλου μορφήν. Οἶδεν ὁ Πατὴρ τὴν τοῦ μονογενοῦς Υἱοῦ ἐνανθρώπησιν· ὅπου γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖ καὶ ὁ Υἱὸς, καὶ ὅπου ὁ Υἱὸς ἐκεῖ καὶ ὁ Πατήρ. Ἀχώριστος ἡ Τριὰς, ἀδιαίρετος ἡ Τριάς.

Ὡς γὰρ ἐν ἀρχῇ πλάττων τὸν ἄνθρωπον ὁ Πατὴρ, πρὸς τὴν ἐργασίαν προετρέψατο τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, εἰπὼν, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· οὕτω καὶ νῦν τῆς ἀναπλάσεως γενομένης, πάρεστι πάλιν ἀποῤῥήτως ἡ ἁγία Τριάς. Ἧς γὰρ ἡ πλάσις μία, ταύτης καὶ ἡ ἀνάπλασις πάλιν κοινή. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Τοῦτο γὰρ ἀληθῶς ἅγιον γέννημα, τοῦτο ἄσπορον βλάστημα, τοῦτο πανάγιον κύημα. Οὗτος ὁ υἱὸς τοῦ Θεοῦ διὰ τὴν θεότητα, οὗτος καὶ ὁ Υἱὸς σὸς διὰ τὴν ἀνθρωπότητα· οὗτος ὁμοούσιος τῷ Πατρὶ κατὰ τὸ νοούμενον, οὗτος ὁμοούσιός σοι κατὰ τὸ φαινόμενον· οὗτος ὁ οὐράνιος καὶ ἐπίγειος· οὗτος ὁ ἀόρατος καὶ βλεπόμενος· οὗτος ὁ ἀπαθὴς τῇ θεότητι, οὗτος καὶ παθητὸς τῇ ἀνθρωπότητι· καὶ ὥσπερ Θεὸς τέλειος, οὕτω καὶ ἄνθρωπος τέλειός ἐστιν ὁ Ἰησοῦς.

Ὥσπερ δὲ ἄνθρωπος γενόμενος μεμένηκε Θεὸς ἀναλλοίωτος, οὕτω καὶ σὺ μένουσα παρθένος, γενήσῃ καὶ μήτηρ ἀδιάφθορος· οὔτε γὰρ ἡ παρθενία πολεμήσει τῷ τόκῳ, οὔτε κατὰ τῆς παρθενίας ὁ τόκος στρατεύεται. Ὕμνει τοίνυν τὸ γενόμενον, καὶ μὴ πολυπραγμόνει τὴν δωρεάν· θαύμαζε τὸ μεγαλόδωρον, καὶ μὴ πρὸς τὴν χάριν ἀμφίβαλλε· προσκύνει τὸ πιστευθέν σοι μυστήριον, καὶ μὴ περιεργάζου τὸ ξένον τοῦ θαύματος.

Ἐὰν πιστεύσῃς εἰλικρινῶς, αὐτὸς ὁ πιστευόμενος φωτίσει σου τὴν ψυχήν· ἐὰν δὲ περιέργως ἐρευνήσῃς, οὐχ εὑρήσεις ὃ ποθεῖς οὐδαμῶς. Θέλεις μαθεῖν; μάθε ἀπὸ φανεροῦ σημείου τοῦ κατὰ σὲ θαύματος τὴν ἀλήθειαν.

Θέλεις τοῦ μυστηρίου τῆς σῆς γεννήσεως τὴν εἰκόνα θεάσασθαι; γείτονά σου καὶ συγγενῆ τὴν Ἐλισάβετ θέασαι. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν τῷ γήρᾳ αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Ἐλύθη παρ᾽ ἐλπίδα τῆς Ἐλισάβετ ἡ στείρωσις, ἵνα τῆς σῆς παρθενίας τῆς μὴ λυομένης ἡ λύσις τοῦ πάθους διδάσκαλος γένηται. Συνέλαβεν ἡ στεῖρα καὶ γραῦς τοῦ παρὰ σοῦ τεχθησομένου βασιλέως τὸν πρόδρομον, ἵνα πιστεύσῃς ὅτι σὺ τὸν Κύριον ἔχεις ἐπὶ τῆς σῆς γαστρός. Ἄπελθε, κατάμαθε τὴν Ἐλισάβετ· καὶ ἐὰν μὴ οὕτως αὐτὴν εὑρήσῃς, ὡς εἶπον, μὴ πιστεύσῃς μου τῷ κηρύγματι. Τί οὖν μετὰ τοὺς λόγους τούτους ἡ ἁγία Μαρία, ἡ παρθένος τῷ σώματι καὶ τῇ ψυχῇ, ἡ εὐσεβὴς καὶ εὐλαβὴς καὶ εὐπειθὴς, ἡ φιλοτιμία τῆς ἀνθρωπίνης φύσεως, ἡ πύλη τῆς ἡμετέρας ζωῆς, ἡ πρόξενος τῆς σωτηρίας ἡμῶν; Τὴν τοῦ ἀγγέλου φωνὴν εὐμενῶς δεξαμένη, λέγει πρὸς αὐτόν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Ὡς δούλη τῷ δεσποτικῷ πρόκειμαι νεύματι· ὡς πηλὸς ὑπόκειμαι ταῖς τοῦ κεραμέως χερσίν· ὡς θέλει μετ᾽ ἐξουσίας ὁ πλάστης, ἐν ἐμοὶ πραττέτω τὸ βούλημα· ὡς θέλει μετὰ φιλανθρωπίας, ἐν ἐμοὶ θαυματουργείτω τὴν παράδοξον κύησιν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου· γένοιτό μοι τὰ ῥήματά σου ταῦτα, καὶ πράγματα ἐναργέστατα καὶ ἀληθινά.